Thesauros Edebiyat Hitabet Εἰς τὸ φρέαρ τοῦ Ἀσκληπιοῦ

Εἰς τὸ φρέαρ τοῦ Ἀσκληπιοῦ

Εἰς τὸ φρέαρ τοῦ Ἀσκληπιοῦ Aristides, Aelius
253 κάλλιστόν ἐστι τῶν ἐν γῇ πάντων. καὶ γὰρ οὐχ ὥσπερ ἄλλοι ἄλλοις τόποις θεοὶ ἐξ ἀρχῆς ἐγγενεῖς εἰσι, καίτοι καὶ τούτους τιμίους οἶμαι χρὴ δοκεῖν κατʼ αὐτὸ τὸ λαχεῖν αὐτοὺς τοὺς θεοὺς, ἀλλὰ τοῦτό γε μεῖζόν ἐστιν ὅτι ἀπʼ αὐτῆς τῆς Ἐπιδαύρου δεῦρο ὁρμηθεὶς ὁ θεὸς ἠράσθη δὴ μάλιστα, ὡς δῆλόν ἐστιν ὅτι ἑλόμενός τε αὐτὸ ἐγκατέμεινε τὸ λοιπὸν καὶ προκρίνας τῶν ἄλλων. ᾧ δὲ θεὸς καὶ θεῶν ὁ πραότατός τε καὶ φιλανθρωπότατος προσέχειν ἔκρινε, πῶς ἡμῖν γε, καὶ ταῦτα τοῖς τούτου θεράπουσιν, ἄλλο τι λέγειν ἔνεστιν ἢ ὡς τοῦτʼ ἐστὶ τὸ βέλτιστον;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi