234
ἔδαφος, ἀλλʼ ὀρύξαντι μέν ἐστι σημεῖα τῆς ἀρχαίας φύσεως, καὶ βλέψαντί γε εἰς τὰ κύκλῳ περιέχοντα εἰς ἅ ποτε ἀπηρείδετο ἡ θάλαττα, διεξελαύνοντι δὲ ἐν ὥραις καὶ κρήναις τὸ ἁλίπεδον, καὶ ταῦτά γε ἐν τέλει. καὶ προελθόντι μικρὸν ἡ πόλις αὖθις ὥσπερ παραπέμπουσα ἀναφαίνεται, καὶ γίγνεται διʼ ἐλάττονος ἐνταῦθα ἤδη ἀριθμητὰ καὶ μετρητὰ τὰ κάλλη αὐτῆς. καὶ οὐδεὶς οὕτως ἐπείγεται ὅστις ὁρᾷ τὸ πρόσω τῆς ὁδοῦ καὶ οὐ μεταβάλλει τὸ σχῆμα, τὰ μὲν κατʼ ὀφθαλμοὺς δεξιὰ ποιούμενος, τὰ δὲ ἀριστερὰ πρὸ τῆς ὄψεως. ἡ γὰρ πόλις ἕλκει πρὸς αὑτὴν ὥσπερ ἡ μαγνῆτις λίθος τὰ σιδήρια καὶ διʼ ἀνάγκης ἐθελουσίου χειροῦται. πέπονθε δὲ ταυτὸν ἥ τε πόλις πρὸς τὰ ἔξω καὶ τὰ ἔξω πρὸς τὴν πόλιν. οὔτε γὰρ ἐκ τοῦ ἄστεος τὰ προάστεια ὁρῶντι κόρος, εἴτε τις ἔξωθεν προσορῴη τὴν πόλιν, ἀεὶ τοῦ ἴσου δεῖ τὸ μὴ ἱκανῶς ἔχειν. μόνῃ δὲ ταύτῃ πόλεων εἰς ζημίαν ἡ δόξα καθίσταται· οὐδεὶς γὰρ ἂν ἔξω περὶ αὐτῆς ἀκούων ἐφίκοιτο ὥστε ἅπαν συλλαβεῖν.