222
δοκεῖ δʼ ἔμοιγε οὐδʼ ἐν αὐτῇ τῇ πόλει πολιτείαν παραπλησίως τισὶ τῶν ἄλλων ἀνθρώπων καταστήσασθαι. πρότερον μὲν γὰρ ἐδόκουν τρεῖς εἶναι κατʼ ἀνθρώπους πολιτεῖαι, δύο μὲν ἐν δυοῖν ὀνόμασιν, ἑκατέρα παρὰ τοὺς τῶν ἐχόντων τρόπους θεωρουμένη, τυραννὶς καὶ ὀλιγαρχία, βασιλεία καὶ ἀριστοκρατία, τρίτον δὲ ὄνομα δημοκρατία, εὖ τε καὶ χεῖρον ἀγομένη. διειλήφεσαν οὖν αἱ πόλεις ὡς ἑκάστοις αἵρεσις ἢ τύχη νικήσειε· τὸ δʼ ὑμέτερον οὐδὲν ὁμοίως ἔχει, ἀλλʼ οἱονεὶ κρᾶσις ἁπασῶν τῶν πολιτειῶν, ἄνευ γε τῆς ἐφʼ ἑκάστῃ χείρονος· οὕτω καὶ τοιοῦτον εἶδος πολιτείας νενίκηκεν. ὥστε ὅταν μὲν εἰς τὴν τοῦ δήμου τις ἰσχὺς βλέψῃ, καὶ ὡς ἁπάντων ὧν ἂν