Thesauros Edebiyat Hitabet Ῥώμης ἐγκώμιον

Ῥώμης ἐγκώμιον

Ῥώμης ἐγκώμιον Aristides, Aelius
222 τετηρῆσθαι καὶ ἐφʼ ὑμῶν πρῶτον εἰρῆσθαι, ὁ δὲ πρότερον τοῦ δέοντος προεξήνεγκεν αὐτό. ἀλλʼ οὖν τό γε Λακεδαιμονίων στρατόπεδον κινδυνεύει τοσούτους εἶναι, ὅσους οὐδὲν ἀπεικὸς καὶ πάντας ἄρχοντας εἶναι· τὸ δʼ ἐν τοσούτοις ἀριθμοῖς καταλόγων τε καὶ γενῶν, ὧν οὐδὲ τὰ ὀνόματα ἐξευρεῖν ῥᾴδιον, ἀρξαμένους ἀπὸ ἑνὸς τοῦ διὰ πάντων διεξιόντος τε καὶ πάντα ἐφορῶντος, ἔθνη, πόλεις, στρατόπεδα, ἡγεμόνας αὐτοὺς τελευτᾶν εἰς ἕνα τεττάρων καὶ δυοῖν ἄρχοντα ἀνδρῶν, τὸ δʼ ἐν μέσῳ πᾶν ἐξελίπομεν, καὶ ὥσπερ νήματος περιστροφὴν ἐκ τῶν πλειόνων εἰς τοὺς ἐλάττους ἀεὶ κατιέναι, καὶ οὕτω διήκειν ἄλλους ἐπʼ ἄλλοις ἀεὶ ταττομένους μέχρι τῆς τελευτῆς, πῶς οὐχ ὑπὲρ πᾶσαν ἀνθρωπίνην τάξιν ἐστίν; ἐπέρχεται δέ μοι τὸ Ὁμηρικὸν εἰπεῖν μικρὸν ἐπὶ τῆς τελευτῆς ὑπαλλάξαντι Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν ἀρχή· ὅταν γὰρ ἄρχῃ μὲν εἷς τοσούτων, οἱ δὲ ἐπʼ αὐτῷ διάκονοί τε καὶ πρέσβεις αὐτοῦ μὲν πολὺ χείρους, ὧν δὲ ἐπιμέλονται πολὺ βελτίους, πάντα δʼ ἄνευ θορύβου καὶ ταραχῆς σιωπῇ περαίνωσι, φθόνος δʼ ἐκποδὼν ᾖ, δίκης δὲ καὶ αἰδοῦς πάντα πανταχοῦ μεστὰ, καρπὸς δὲ ἀρετῆς μηδένα ἐκφεύγῃ, πῶς οὐχὶ νικᾷ τόδε τὸ ἔπος;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi