221
καὶ μὴν εἴς γε τακτικῶν λόγον παῖδας ἅπαντας ἀνθρώπους ἀπεφήνατε. οὐ γὰρ πρὸς τοὺς πολεμίους ἀσκεῖν μόνον προὔθεσθε αὐτὰ τοῖς στρατιώταις τε καὶ ἡγεμόσιν, ἀλλὰ πρὸς αὐτοὺς πρῶτον. ὥστε καθʼ ἡμέραν ἑκάστην ἐν τάξει ζῆν καὶ μήποτε λιπεῖν μηδένα τὴν προστεταγμένην αὐτῷ, ἀλλʼ οἷον ἐν χορῷ τινι αἰωνίῳ ἕκαστον τὴν ἑαυτοῦ χώραν εἰδέναι τε καὶ σώζειν, καὶ τῷ μὲν ἐντιμοτέρῳ τὸν ἥττω μὴ διὰ τοῦτο φθονεῖν, ὧν δʼ αὐτὸς μείζων ἐστὶν ἀκριβῶς κρατεῖν. ἄχθομαι δʼ ἔγωγε ἑτέρους φθάσαντας εἰπεῖν ἐπὶ Λακεδαιμονίων ὅτι ἄρα πλὴν ὀλίγων τὸ στρατόπεδον αὐτοῖς ἄρχοντες ἀρχόντων εἰσίν· ὑμῖν γὰρ ἥρμοττε