Thesauros Edebiyat Hitabet Ῥώμης ἐγκώμιον

Ῥώμης ἐγκώμιον

Ῥώμης ἐγκώμιον Aristides, Aelius
198 τοῖς θεοῖς. ἀλλʼ, ὦ ἄνδρες, οἱ τῆς μεγάλης ἔνοικοι πόλεως, εἴ τι μέτεστιν ὑμῖν προνοίας μὴ ἐμὲ ψεύσασθαι τὴν εὐχὴν, συνάρασθε τῷ τολμήματι, ἵνα τῶν ἐγκωμίων πρῶτον ἀρχόμενοι καὶ τοῦτο ἔχωμεν λέγειν ὅτι εὐθὺς μὲν τοιούτοις ἀνδράσιν ἐντυχεῖν ἦν, ὑφʼ ὧν τις, κἂν ἄμουσος ᾖ τὸ πρὶν, κατʼ Εὐριπίδην, ἐμμελής τε καὶ δεξιὸς εὐθὺς γίγνεται καὶ δύναται λέγειν καὶ περὶ τῶν μειζόνων ἢ καθʼ αὑτόν· τὴν δὲ πόλιν ᾁδουσι μὲν πάντες καὶ ᾁσονται, τοσούτῳ δὲ ἐλάττω ποιοῦσιν ἢ σιωπῶντες, ὅσῳ παρὰ μὲν τὴν σιωπὴν οὔτε μείζονα οὔτʼ ἐλάττονα ἔστι ποιῆσαι τῆς οὔσης, ἀλλʼ ἀκέραιος τῇ γνώσει μένει, οἱ δὲ λόγοι τοὐναντίον οὗ βούλονται ποιοῦσιν· ἐπαινοῦντες γὰρ οὐ δεικνύουσιν ἀκριβῶς ὃ θαυμάζουσιν, ἀλλʼ ὥσπερ ἂν εἴ τις ζωγράφος σῶμα καλὸν καὶ περίβλεπτον ἐπιχειρῶν δεῖξαι διὰ τέχνης, εἶτα ἀπολείποιτο, πᾶς τις ἂν φαίη δή που λυσιτελεῖν μὴ γράφειν, ἀλλʼ ἢ αὐτὸ ἰδεῖν ἐᾶν, ἢ μὴ δεικνύειν αὐτοῖς ἐπὶ τὸ χεῖρον μιμούμενον, ὣς δὲ καὶ περὶ ταύτης μοι δοκεῖ τῆς πόλεως ἔχειν· ἀφαιροῦσιν οἱ λόγοι τὰ πολλὰ τῶν θαυμάτων καὶ ποιεῖν δοκοῦσί μοι παραπλήσιον ὥσπερ ἂν εἴ τις στρατιᾶς πλῆθος ἐξαγγεῖλαι βουλόμενος, οἷον τῆς Ξέρξου, καὶ πάνυ δὴ θαυμάζων, εἶτα λέγοι μυρίους ἢ δισμυρίους στρατιώτας ἰδεῖν, ἵππον δὲ τόσην καὶ τόσην, οὐδὲ πολλοστὸν μέρος τοῦ παντὸς λέγων ἐν οἷς θαυμάζει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi