Thesauros Edebiyat Hitabet Ῥώμης ἐγκώμιον

Ῥώμης ἐγκώμιον

Ῥώμης ἐγκώμιον Aristides, Aelius
205 τῇ κεφαλῇ στέφανον ἁρμόσαι. ποίους γὰρ νόμους ἑκάστοις διέθηκεν; ἢ ποίας συντάξεις διηνεκεῖς χρημάτων ἢ στρατιωτῶν ἢ νεῶν ἐποιήσατο; ἢ ποίᾳ συνήθει διοικήσει τὰ πράγματα ἤγαγεν αὐτομάτως προϊούσῃ χρόνων τακταῖς περιόδοις; ποῖα πολιτεύματα ἐπολιτεύσατο ἐν τοῖς ἀρχομένοις; ὃ δὲ καὶ μόνον ἄξιον τῆς ἑαυτοῦ φύσεως ἔργον καὶ μνημεῖον κατέλιπε, πρὸς Αἰγύπτῳ τὴν ἐπώνυμον πόλιν, ταύτην εὖ ποιῶν ὑμῖν ᾤκισεν, ὅπως ἔχοιτε καὶ τῆς μεγίστης μετὰ τὴν ὑμετέραν κρατοίητε. ὥστε Πέρσας μὲν κατέλυσεν ἄρχοντας, αὑτοῦ δʼ ἐγγύτατα οὐκ ἦρξεν. ἐπεί γε μὴν ἐκεῖνος ἐτελεύτησεν, εὐθὺς μὲν ἐσχίσθησαν εἰς μυρία οἱ Μακεδόνες, ἔργῳ δείξαντες ὑπὲρ αὑτοὺς εἶναι τὴν ἀρχὴν, κατέχειν τε οὐδὲ τὴν αὑτῶν ἔτι ἠδύναντο, ἀλλʼ εἰς τοῦτο τύχης ἀφίκοντο ὥστε ἠναγκάσθησαν τὴν σφετέραν αὐτῶν ἐκλιπεῖν, ἵνα τῆς ἀλλοτρίας ἄρχωσιν, ὥσπερ ἐξῳκισμένοι μᾶλλον ἢ κρατεῖν δυνάμενοι, καὶ ἦν ὥσπερ αἴνιγμα, Μακεδόνες οὐκ ἐν Μακεδονίᾳ, ἀλλʼ οὗ δύναιντο βασιλεύοντες ἕκαστοι, ὥσπερ φρουροὶ μᾶλλον τῶν πόλεων καὶ τῶν χωρίων ὄντες ἢ ἄρχοντες, ἀνάστατοί τινες βασιλεῖς, οὐχ ὑπὸ τοῦ μεγάλου βασιλέως, ἀλλʼ ὑφʼ ἑαυτῶν αὐτοὶ γεγενημένοι, εἰ δὲ οἷόν τʼ εἰπεῖν, ἐοικότες σατράπαις ἐρήμοις βασιλέως. καίτοι τὴν τοιαύτην κατάστασιν πότερον λῃστείᾳ μᾶλλον ἢ βασιλείᾳ προσεοικέναι φήσομεν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi