166
εὐψυχίᾳ τοὺς ἐχθροὺς, ἐπιεικείᾳ τοὺς οἰκείους ἐνίκησαν. χρησάμενοι δʼ ἀμφοτέροις, καὶ τῇ παρὰ τοὺς ἀγῶνας ἀνδρείᾳ καὶ τῷ μετὰ τὰς πράξεις ἃ δεῖ βουλεύσασθαι, οὕτως ἀνεκτήσαντο τὴν πόλιν ὥστʼ εἴ τις βούλοιτο μὴ πάντα διηγεῖσθαι, ἐνεῖναι κλέψαι τὴν συμβᾶσαν ἐπὶ τοῦ πολέμου συμφοράν· οὕτως ἀκολούθους ταῖς ἄνω πράξεσι τὰς ἐφεξῆς καὶ προείλοντο καὶ κατώρθωσαν. καίτοι ἧς, ὅτε πάντων ἀπεστέρητο, τοσοῦτον ἡττῶντο Λακεδαιμόνιοι, πόσῃ τινὶ τῇ περιουσίᾳ χρὴ νομίζειν ταύτην ὑπεραίρειν;