162
εἰρήνης ἐπʼ ἐκείνων τῶν χρόνων ἐνενόησεν, οἱ δʼ ἀπὸ τοσούτων καὶ τηλικούτων πλεονεκτημάτων ὁρμώμενοι πληγέντες κατέφυγον εὐθὺς ἐπὶ τὴν εἰρήνην. ἀεὶ μὲν οὖν ἔγωγʼ ἐμεμψάμην τοῖς ἐπιτιμῶσι τῇ τῶν Λακεδαιμονίων πόλει καὶ τοῦθʼ ὑπὲρ τῆς ὑμετέρας ἀξιοῦσι ποιεῖν· ἐκείνοις μὲν γὰρ ἀπεχθάνονται, ὑμᾶς δʼ οὐ κοσμοῦσιν, ὡς οἴονται. ἀλλʼ, εἴ γέ τι δεῖ καὶ παράδοξον εἰπεῖν, τοὐναντίον μοι δοκοῦσι δρᾶν ἢ βούλονται· μᾶλλον γὰρ ἐκείνους αἴρουσιν ἢ τὴν πόλιν ἐγκωμιάζουσι καὶ πλείω χάριν ἂν παρʼ ἐκείνων αὐτοῖς οἶμαι τῆς βλασφημίας ἢ τῶν εὐφημιῶν εἶναι παρʼ ὑμῶν. οἱ μὲν γὰρ οὐχ ὅτι δεύτεροι τῆς πόλεως ἀκούουσι, τοῦτο ζημιοῦνται, ἀλλʼ ὅτι πρὸς τὴν πόλιν κρίνονται, τοῦτο κερδαίνουσιν· ὑμᾶς δʼ οὐχ ὅτι κρείττους ἀποφαίνουσι σεμνύνουσιν, ἀλλʼ αὐτῷ τῷ παρεξετάζειν ἐοίκασιν οὐ γιγνώσκειν· ὥστʼ οὐδὲν ἀπεικὸς ὑμᾶς ἀηδέστερον ἢ Λακεδαιμονίους ἔχειν, ὁπόταν ταῦτα ἀγωνίζωνται.