138
ἀλλὰ γὰρ ἡ περὶ τὰς ἀποδείξεις σπουδὴ καὶ λόγος λόγῳ παραδιδοὺς ἡμᾶς παρήνεγκε περαιτέρω. εἶμι δὲ ἐπʼ αὐτὰς πάλιν τὰς πράξεις, ἐπειδὴ περὶ ὧν ἐβουλόμην ἐν τῷ μέσῳ διέλαβον. μηδεὶς δὲ ἡμᾶς ἡγείσθω πέρα τοῦ δέοντος διατρίβειν μηδʼ ἐπʼ ἐξειργασμένοις ἀναλαμβάνειν, ἀλλὰ σκοπείσθω τὴν χρείαν ὅση καὶ τὴν ἑκάστου τοῦ λόγου πρόφασιν καὶ ποῖ φέρει. κἂν οὕτως σκοπῇ, πολλὰ μὲν εἶναι δόξει τὰ λεγόμενα, ἕκαστον δʼ εἰσάπαξ εἰρῆσθαι, καὶ τῇ μὲν ἀνάγκῃ ἐφάμιλλα πάντα, ὥστε μηδὲν εἶναι παραλιπεῖν ἀτιμάσαντα, τῇ τάξει δʼ ἑτέρως οὐκ ἐγχωροῦντα συμβῆναι, τὸ δὲ ἀεὶ παρενεγκὸν τῆς συνεχείας ὂν καὶ τῆς ἀκολουθίας εἴσεται, ἀναλαμβάνων τῷ νῷ ταῦτα παρʼ αὑτῷ καὶ σκοπῶν εἴ πως ἑτέρως μᾶλλον ἥρμοττεν. ἔτι δὲ εἰ μὲν περὶ μηδενὸς ἀξίων πραγμάτων ἢ περὶ ὧν ἐκ γειτόνων ἐστὶ τὰ παραδείγματα τὴν ἐξέτασιν ταύτην καὶ σπουδὴν ἐποιούμεθα, εἰκότως ἄν τις ἡμᾶς
139
ἔφη μικρολογεῖσθαι· νῦν δὲ ὑπὲρ ὧν πάντες μὲν ποιηταὶ λέγοντες ἐλάττους γεγόνασι, πᾶσα δʼ ἡ περὶ τοὺς λόγους δύναμις ἥττηται, πάντες δʼ ὥσπερ ὑπʼ ἐκπλήξεως θαυμάζουσι μᾶλλον ἢ οἱ διʼ ἀκριβείας ἕκαστα ἑορακότες, περὶ τούτων ἀγωνιζόμεθα οὐδὲν ἐλάττω κατὰ τοὺς λόγους ἀγῶνα μικροῦ δεῖν ἢ κατὰ τὰς πράξεις ἐκεῖνοι τότε. οὐδὲν οὖν ἀργὸν οὐδʼ ἀνεξέταστον εἰκὸς παραλιπεῖν, ὡς ὁμοίως ἥ τʼ ἐπὶ τοῖς μικροῖς σπουδὴ φέρει μέμψιν καὶ τὸ τοῖς τηλικούτοις μὴ τὴν ἀξίαν διὰ πάντων φυλάξαι. καὶ γὰρ τοῦτο ἕτερον τρόπον ἄν τις εἶναι φαίη μικρολογουμένου. ἀλλʼ ἐπάνειμι δή.