119
καὶ ταῦτα μὲν ἡμῖν εἰς τοσοῦτον ἀνήχθω τοῦ λόγου, δείγματα τῆς τε πρὸς τοὺς ἔξωθεν φιλανθρωπίας τῶν προγόνων καὶ τῆς ὑπὲρ αὐτῶν εὐψυχίας ἐν τοῖς ἐπείγουσι, καὶ αὖ τῶν ἐπιφανῶν τε καὶ πολλῶν ὡς ἀλλήλοις ὡμίλουν. χρὴ δὲ καὶ τῶν λοιπῶν ἴσως καθʼ ὅσον ἐγχωρεῖ μνησθῆναι, ἐπισκοποῦντας τά θʼ ὑπὲρ τῶν ἄλλων καταπραχθέντα καὶ ὅσα ὑπὲρ τῆς οἰκείας ὑπέστησαν, ὅπως ἂν συμπίπτῃ τῷ λόγῳ τοῦ μὴ πολὺ τὰς πράξεις τῷ χρόνῳ παρενεγκεῖν. ἔξεστι δʼ ἀκούοντας ἐπʼ αὐτῶν τῶν ἔργων διαιρεῖν τά τε κοινὰ καὶ τὰ ἴδια. εἰ μὲν οὖν περὶ ἄλλης τινὸς ἦν πόλεως ὁ λόγος, οὐκ ἂν ἦν παρελθεῖν ἃς νῦν δεήσει πράξεις, ἀλλὰ μόνας ἂν ταύτας ἀπέχρησεν εἰπεῖν· εἰσὶ γὰρ οἵας ἄν τις ἐζήτησε, καὶ πολλοὶ πολλῶν ἂν χρημάτων, εἰ δύναιντο, πρίαιντο αὑτοῖς εἶναι. νῦν