105
αὐτοὶ τοῖς ἄλλοις ἀνθρώποις ἀντὶ τῶν θεῶν κατέστησαν, καὶ πεῖραν ταύτην πρώτην ἔδοσαν τοῦ κατʼ ἀξίαν τυχεῖν, τὸ χρήσασθαι τοῖς ὑπάρχουσιν ὡς προσῆκεν. οὐ γὰρ ἠξίωσαν αὐτὸ δὴ τοῦτο γῇ κρύψαντες ἐξαρκεῖν, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ φοβηθῆναι μὴ ἄρα τοὺς ἄλλους ἐξ ἴσου σφίσι ποιήσωσιν, ὥστʼ οὐκ εἶναι κάλλιον ᾠήθησαν ὅσῳ τῶν ἄλλων προέχουσιν ἐνδείξασθαι ἢ εἰ πάντας εὖ ποιοῦντες ὀφθήσονται. δοκεῖ δέ μοι καὶ Ἡρακλῆς ὕστερον παράδειγμα τοῦ βίου τήνδε τὴν πόλιν ποιησάμενος τὴν διάνοιαν ἐκείνην ὑπὲρ ἁπάντων ἀνθρώπων λαβεῖν, ἣ μετὰ τῶν θεῶν αὐτὸν καταστήσασα ἔχει. καὶ τὸ σημεῖον ἐναργὲς ἡ πρὸς Θησέα φιλία οὐ μόνον τῶν ἐκείνοις πρὸς τοὺς ἄλλους, ἀλλὰ καὶ τῶν οἱστισινοῦν πρὸς ἀλλήλους καθʼ ἑταιρίαν γενομένων παμπληθὲς ὑπερέχουσα. ἀνθʼ ὧν αὖ καὶ πρώτη πόλεων ἥδε ἐτίμησεν ἐκεῖνον ταῖς τῶν θεῶν τιμαῖς καὶ τοὺς παῖδας διετήρησε μόνη. ἀλλʼ ὁ λόγος γὰρ ὥσπερ ῥεῦμα φέρων ὑπήνεγκε βίᾳ· ἀναχωρεῖν οὖν ὅθεν ἐξέβην καιρός.