192
μηδὲν δεῖσθαι τοιαύτης καταφυγῆς οὐδὲ τούτου στέρεται τοῦ ἡδύσματος. ἀλλʼ ὁ κοινὸς τῶν Ἑλλήνων ποιητὴς ἐν τῷ καταλόγῳ τῶν νεῶν τε καὶ πόλεων τὸν Ἀθηναίων στρατηγὸν εἰς ἄκρον φησὶν ἐλθεῖν κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας. καὶ τό γε πλείονος ἄξιον καὶ καθαρὸν τῆς εὐφημίας, τοὺς μὲν γὰρ ἄλλους οὓς ἐπαινεῖ κατὰ τὴν τοῦ σώματος ἕξιν ἢ καὶ ἄλλως πως ὡς ἀρίστους, ἂν οὕτω τύχῃ, τῶν Ἀχαιῶν, ἢ τῶν δείνων, οὕτως ἐπαινεῖ· φησὶ γοῦν αὐτῶν ἠδὲ καὶ ἵππων, οἳ ἅμʼ Ἀτρείδῃσιν ἕποντο, καὶ ἑτέρωθι λέγει, τῶν τότε ἐπὶ τοῦ Ἰλίου λέγων, ὡς ἄρα ἦν κράτιστος τὴν τοξικήν. καὶ Νέστωρ αὐτῷ λέγει πρός τινας τῶν ἐφʼ αὑτοῦ λαμπρῶν ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν ἀνδράσιν ὡμίλησα. καὶ ἑξῆς ἀπαριθμεῖ πολλούς τινας, ὡς αὖ κἀκείνους παραπλησίους ἀλλήλοις ὄντας καὶ οὐδένα ὑπερέχοντα ἐπιφανῶς αὐτῶν. τοῦ δὲ Μενεσθέως μνησθεὶς ὁ ποιητὴς οὐδεμιᾷ τοιαύτῃ προσθήκῃ κέχρηται, ἀλλὰ ταῦτα πάντα περικόψας εἰσάπαξ φησὶ