179
ὃ τοίνυν ἔξω μὲν κινδύνων πέπρακται, οὐδενὸς δʼ ἧττον ἐμφανίζει τί ποτʼ ἦν τὸ τῶν Ἀθηναίων πρᾶγμα, ἐν μὲν τοῖς ἄνω λόγοις ἡμᾶς διέφυγε, νῦν δʼ ἴσως οὐ χεῖρον ἀποδοῦναι. γενομένων γὰρ αὐτοῖς συνθηκῶν πρὸς Λακεδαιμονίους, ἐὰν κρατήσωσι τῶν βαρβάρων, ἀνελεῖν τοὺς μηδίσαντας, ἐπειδὴ παρῆλθον οἱ κίνδυνοι, τῆς ἔχθρας ἐπελάθοντο. καὶ Λακεδαιμονίους ὡρμημένους ποιεῖν τὰ δεδογμένα διεκώλυσαν, ὁρῶντες τῶν πόλεων τὸ πλῆθος, αἷς ἔμελλεν ἡ Ἑλλὰς ἐλάττων γενήσεσθαι· οὕτως οὐ μόνον τῷ κοινῷ γένει τῶν Ἑλλήνων, ἀλλὰ καὶ τοῖς ἐξ ἀρχῆς ἁμαρτοῦσι καὶ εἰς αὑτὴν καὶ εἰς τοὺς Ἕλληνας ἐλυσιτέλησεν ἀεὶ δή ποθʼ ἡ πόλις, καὶ ὅσα ἐνίκησεν ἀκριβῶς ὑπὲρ ἁπάντων ἐνίκησε.