174
κατελέλειπτο τὰ πράγματα ἐν τούτῳ Λακεδαιμονίοις ὥστε δεῖν ἢ θεῶν τινα χεῖρα ὑπερέχειν, ἢ τὴν πόλιν κληρονομῆσαι τῶν ἐκείνοις ὄντων κινδύνων ἐθελοντάς· καίτοι ἀφῖκτο μὲν κατʼ ἀρχὰς εὐθὺς κήρυξ παρὰ τῶν Θηβαίων, ὡς ἐπʼ εὐαγγελίοις ἐστεφανωμένος, ἧκε δʼ ἡ Πελοπόννησος ἅπασα διδοῦσα ἑαυτὴν, κελεύουσα ἐπʼ ἀναιρέσει τῆς Σπάρτης ἡγεῖσθαι· εἰ δὲ μὴ, Θηβαίοις ἠπείλουν προσθήσεσθαι. οἱ δʼ ἐπὶ μὲν τοῖς παρὰ τοῦ κήρυκος οὕτως ἐδάκρυσαν ὥσπερ οἰκείαν τινὰ συμφορὰν ἀκούσαντες καὶ ἀπέπεμψαν ὥσπερ ἐκ τῶν βαρβάρων ἥκοντα, πλεῖστον δὴ δόξης ψευσθέντα· τὴν δὲ Λακεδαιμονίων ἐρημίαν ἀντὶ τῆς Πελοποννησίων ἑκουσίου συμμαχίας καὶ τῆς φιλίας τῶν κεκρατηκότων εἵλοντο, οὐχ ὧν ἐπεπόνθεσαν αὐτοὶ μνημονεύσαντες, ἀλλʼ ἃ πείσονται Λακεδαιμόνιοι περιοφθέντες αὑτῶν εἶναι λῦσαι νομίσαντες. ὃ δὲ δὴ μάλιστα ἄξιον τῆς ἐκείνων φύσεως ἀγασθῆναι καὶ κρεῖττον ἢ κατʼ ἄνθρωπον ἡγήσασθαι, ἐξὸν γὰρ αὑτοῖς ἀκολουθοῦντας ἔχειν Λακεδαιμονίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἢ περιιδεῖν ἐπὶ κεφαλὴν ὠσθέντας, συμμάχων, περιοίκων, οἰκετῶν, ἁπάντων ἐπανεστηκότων, ἐπὶ τοῖς ἴσοις ἐδέξαντο, καὶ πορευομένης ὥσπερ φλογὸς τῆς Θηβαίων δυνάμεως ἐπὶ τὴν πόλιν τῶν Λακεδαιμονίων καὶ τὰ λοιπὰ τῆς Πελοποννήσου μόνοι καὶ Ἑλλήνων καὶ βαρβάρων προστάντες ἐκώλυσαν. ἐξ ὧν οὕτως ὑπὸ πάντων ἑωρῶντο ὥστε καταστῆναι τὴν πόλιν συνέδριον τῆς συμμαχίας ἁπάσης.