172
ἐπειδὴ δὲ καὶ παρὰ ταύτην τὴν εἰρήνην παρῆλθον εἰς Θήβας ὧν ἐγὼ φεύγω λέγειν τοὔνομα ἐπὶ τοιούτοις, οὐ μόνον πρῶτοι τῶν Ἑλλήνων, ἀλλὰ καὶ μόνοι τῶν πραγμάτων ἀνθήψαντο, ὥσπερ ἑρμαίου λαβόμενοι, καὶ οὐχ ἓν εἶδος εὐεργεσίας ἐπεδείξαντο, ἀλλʼ οὐδὲν εἶδος εὐεργεσίας ἀπέλιπον, δεξάμενοι μὲν τὴν φυγὴν καὶ τὴν πρᾶξιν αὐτοῖς συνθέντες καὶ προδείξαντες ὥσπερ δρᾶμα παρʼ αὐτοῖς, ἀτέλειαν δὲ καὶ πολιτείαν καὶ πάντων