Thesauros Edebiyat Hitabet Ἐπὶ Ἀλεξάνδρῳ ἐπιτάφιος

Ἐπὶ Ἀλεξάνδρῳ ἐπιτάφιος

Ἐπὶ Ἀλεξάνδρῳ ἐπιτάφιος Aristides, Aelius
89 τῶν ἄλλων. πολὺ γὰρ μᾶλλον ἔτι ζῶντος εἰκὸς ἀγωνιᾶσαι μή ποτε ἀπαλλαγείη καὶ προσορᾶν, ἕως ἐνῆν, ὥσπερ ἄλλο τι ἀγαπητὸν ἢ τελευτήσαντος τὴν ἡλικίαν ὑπολογίζεσθαι. ἀλλὰ ταῦτα μὲν οὐ δέος μή τις ὑμῶν ἐπιτιμήσῃ, οὓς ἅπαν ἀκούω καὶ ποιεῖν καὶ λέγειν. ἐπιστρέψω δὲ πρὸς ὑμᾶς αὖθις τῷ λόγῳ, βραχέα δʼ ἔσται τὰ λοιπά. φημὶ γὰρ ὑμᾶς τοῖς τε ἄλλοις ἅπασι δικαίως ἐκεῖνον τιμᾶν καὶ τῶν οἰκείων αὐτοῦ μεμνημένους ὀρθότατα ποιεῖν καὶ προσήκοντα τῇ πάσῃ γνώμῃ, γυναῖκα μὲν τὴν ἐκείνου καθάπερ τινὰ ἱερὰν νομίζοντας καὶ ἀγαθοῦ τινος δαίμονος λῆξιν, εἰ θέμις εἰπεῖν, συγγενεῖς δὲ τοὺς ἐκείνου κάλλιστα ὑπομνήματα ἐκείνου νομίζοντας, παῖδας δὲ τοὺς μὲν πρεσβυτέρους διʼ αἰδοῦς ἁπάσης ἄγοντας, τὸν δὲ νεώτατον ἐκτρέφοντας τέως προθυμότατα καὶ ἐπιτροπεύοντας δημοσίᾳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi