Thesauros Edebiyat Hitabet Ἐπὶ Ἀλεξάνδρῳ ἐπιτάφιος

Ἐπὶ Ἀλεξάνδρῳ ἐπιτάφιος

Ἐπὶ Ἀλεξάνδρῳ ἐπιτάφιος Aristides, Aelius
87 καίτοι πάντα τὸν αὐτὸν λαβεῖν ἐδόκει μέχρι τούτου τῶν ἀδυνάτων εἶναι, ὁ δὲ ἢ τῶν γε δὴ πλείστων ἀνὴρ εἷς τυχὼν φαίνεται. γνοίη δʼ ἄν τις ἐξετάσας ἓν μόνον αὐτοῦ τὸ περὶ τὴν συνουσίαν τὴν πρὸς τοὺς βασιλέας καὶ παραθεὶς τὴν Ἀριστοτέλους πρὸς Φίλιππον καὶ Ἀλέξανδρον γενομένην. ὡς ἡ μὲν ἐκείνου οὐ παντάπασιν ἀναίτιος τοῖς Ἕλλησιν, ἀλλʼ ἐδόκει τοῖς ἀνταγωνισταῖς καὶ τοῖς πολεμίοις συνεῖναι τοῦ κοινοῦ γένους, ἡ δὲ τούτου μετὰ τῆς δυνάμεως τὴν εὐδοξίαν εἶχεν. οὐ γὰρ δυσμενέσι καὶ τοῖς πολεμίοις τῶν Ἑλλήνων, ἀλλʼ εὐεργέταις, οὐδʼ ἐπὶ τῷ κοινῷ κακῷ τῶν ὁμοφύλων συνῆν, ἀλλὰ καὶ πρὸς τῷ μηδὲν ἐναντιοῦσθαι καὶ ὠφελῶν εἴ τι δυνατὸν ἀεὶ τὸν εἰς χρείαν ἐλθόντα τῶν Ἑλλήνων καὶ δημοσίᾳ πᾶσιν ἀντὶ προξένου κοινοῦ καθεστηκώς. τὴν δʼ αὖ Πλάτωνος πρὸς Διονύσιον, ὄντα μὲν δή που τὸν Διονύσιον ὅστις ὤφθη καλῶς ὕστερον ἐν Κορίνθῳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi