59
αἰτιασάμενοι τοὺς μὲν φυγαῖς, τοὺς δὲ θανάτοις ἐζημίωσαν, οὐδὲν τούτων ἐποίησεν, οὐδὲ τὸν τρόπον μετέθετο, ἀλλʼ οὕτως ἐστὶ πάντων πόρρω τῶν τοιούτων καὶ τοσοῦτον ἀπέχει τοῦ σφαγὰς καὶ θανάτους βούλεσθαι ποιεῖν, ὥστε καὶ τῶν ἐπιβουλευόντων τινὰς καὶ τῶν φανερῶς ἐξελεγχομένων, καὶ τούτους περιεῖναι καὶ ζῆν τῇ τούτου φιλανθρωπίᾳ· καὶ ταῦτʼ οὐ μόνον πραότητός ἐστιν ἐπίδειγμα οὐδὲ τοῦ πρὸς πάντας ὁσίως ἔχειν αὐτὸν καὶ μὴ φθονερῶς διακεῖσθαι πρός τινας τῶν ἐντίμων καὶ ὑπερεχόντων, ἀλλὰ καὶ τοῦ μὴ καταπεπλῆχθαι ὑπὸ φόβων τὴν ἀρχὴν, μηδὲ ταραχωδῶς ἔχειν πρὸς τὰ συμβαίνοντα, μηδὲ ὀξύρροπον εἶναι πρός τε ὀργὴν καὶ θυμὸν, ἀλλὰ βεβαίᾳ καὶ ἀκινήτῳ χρῆσθαι τῇ διανοίᾳ πρὸς ἅπαντας· εἰκότως. τὸν γὰρ μαθόντα ἃ χρὴ καὶ παιδευθέντα καὶ μηδενὸς τῶν καλῶν ἀμελήσαντα μηδὲ ἀμαθῆ γενόμενον, ἀλλὰ πᾶσι τοῖς τῆς ἀρετῆς μέρεσι κατακοσμήσαντα τὴν ψυχὴν, εἰκὸς ἦν πάσης ἔξω γενέσθαι ἁμαρτίας.