49
βαδίζειν, οἶμαι, μᾶλλον ἢ ὀχούμενον φέρεσθαι. οὐ γὰρ μέτρα πρῶτον ἐγένετο, εἶθʼ οὕτως εὑρέθη λόγος καὶ διαλέγεσθαι, οὐδὲ ποιηταὶ γενόμενοι τὰ ὀνόματα οἷς δεῖ χρῆσθαι διέθηκαν, ἀλλʼ ὄντων ὀνομάτων καὶ λόγου πεζοῦ χάριτός τινος ἕνεκα καὶ ψυχαγωγίας ἡ τούτων ἐργάτις ὕστερον εἰσῆλθε ποιητική. ὥστʼ εἰ τὴν φύσιν τιμῶμεν, τὴν αὐτῶν τῶν θεῶν διάταξιν καὶ βούλησιν τιμῶντες ἂν εἴημεν καὶ τὸ πρότερον καὶ πρεσβύτερον καὶ κατʼ αὐτοὺς ἄμεινον τοὺς ποιητὰς τιμιώτερον ἂν ποιοῖμεν τῇ τοιᾷδε προσρήσει προσαγορεύοντες τοὺς ἅπαντα ταῦτα διαθέντας θεοὺς, ὥσπερ γε καὶ ἡμᾶς αὐτοὺς ἄνευ μέτρων προσαγορεύοντες οὐκ αἰσχυνόμεθα.