Thesauros Edebiyat Hitabet Ἀσκληπιάδαι

Ἀσκληπιάδαι

Ἀσκληπιάδαι Aristides, Aelius
42 λόγον. σχεδὸν δὲ οὐ πόρρω ἡ ἀρχὴ τῷ ἐγκωμίῳ, ἀλλʼ ὁ αὐτὸς πατὴρ τοῦ τε λόγου καὶ τῶν νεανίσκων. τετραγονίαν γὰρ τοιάνδε οὐδείς πω Ἑλλήνων ἤκουσεν οὐδὲ διηγήσατο. ὥσπερ γὰρ οἱ θεσμοθέται διὰ τεττάρων εἰσὶν εὐπατρίδαι, μᾶλλον δὲ ὡς οὐδένες θεσμοθέται, οὐδʼ ἄλλο γε οὐδὲν γένος ἀνθρώπων. τέταρτοι γάρ εἰσιν ἐκ Διὸς διὰ πάντων ἄκρων. Ἀπόλλων μὲν γὰρ ἐξ αὐτοῦ Διὸς, Ἀσκληπιὸς δὲ ἐξ Ἀπόλλωνος, οἱ δὲ ἐξ Ἀσκληπιοῦ διὰ πάσης τῆς κρατίστης φύσεως τὴν εὐγένειαν ἀνῃρημένοι. Ἀχιλλεὺς μὲν γὰρ τέταρτος ἀπὸ Διὸς διὰ Πηλέως καὶ Αἰακοῦ, Μίνως δὲ καὶ Ῥαδάμανθυς Διὸς παῖδες καὶ Θησεὺς Ποσειδῶνος, οὐδέτεροι μόνοι ὁποτέρου, ἀλλὰ σὺν πολλοῖς καὶ θεοῖς καὶ ἥρωσιν, ὧν τῶν μὲν ἡττῶνται, τοῖς δʼ εἰς ἴσον καθίστανται. μόνοι δὲ οὗτοι πλήθει καὶ ἀρετῇ προγόνων εἰσὶν ἀνανταγώνιστοι, τοὺς ἐκ Διός τε καὶ Ἀπόλλωνος Ἀσκληπιοῦ προσθήκῃ νικῶντες, ὅσοι γε ἥρωες αὐτῶν· γενομένους δʼ αὐτοὺς τρέφει ὁ πατὴρ ἐν Ὑγιείας κήποις. καὶ ἐπειδὴ ἐδέχετο ἡ ἡλικία, οὐκ ἐδιδάξατο τὴν τέχνην τὴν ἰατρικὴν, ἀλλʼ ἐδίδαξεν αὐτός. οὐ γὰρ ἔτι εἰς Χείρωνος ἔδει βαδίζειν ἔχοντας οἴκοι τὸν ἐπιστάτην, οὗ πολὺ δὴ κατʼ ἐπωνυμίαν ὁ Χείρων ἤδη ἦν δεύτερος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi