Thesauros Edebiyat Hitabet Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Aristides, Aelius
33 οὐ μόνον δὲ τοῖς ὑφʼ Ἑλλήνων λεγομένοις ἀκολουθῶν ἄν τις γνοίη τὴν ἐκείνου φύσιν καὶ ὅτι κρείττων ἢ κατʼ ἀνθρώπους ἐγένετο, ἀλλʼ ἴσμεν Αἰγυπτίους ὅσον τινὰ ἄγουσι θεὸν Ἡρακλέα καὶ Τυρίους ὅτι πρῶτον σέβουσι θεῶν. καίτοι εἰ μὲν ἅπαντες τὸν αὐτὸν νομίζοντες οὕτω τιμῶσι, τί μεῖζον ἂν εἴποι τις σύμβολον τῆς δυνάμεως; εἰ δʼ οἱ μὲν ὡς ἕνα τῶν πρεσβυτάτων θεῶν νομίζουσιν, ἡμεῖς δʼ ὡς ὅμοιον ἐκείνῳ τοῦτον τῆς αὐτῆς ἠξιώκαμεν τιμῆς, καὶ οὕτω κρείττων ἢ κατʼ ἄνθρωπον γεγονὼς δείκνυται. δῆλα δὲ καὶ ταῖς τοῦ θεοῦ μαντείαις. ἐπειδὴ γὰρ ἀπῆλθεν ἐξ ἀνθρώπων Ἡρακλῆς καθαρθεὶς ὃν λέγεται τρόπον, εὐθὺς ἐξηγεῖτο νεώς τε Ἡρακλέους ἱδρύεσθαι καὶ θύειν ὡς θεῷ· καὶ ταῦτα μέντοι πρὸς τὴν τῶν Ἀθηναίων φράζων πόλιν, ἣ καὶ πρεσβυτάτη τῶν Ἑλληνίδων καὶ τῆς εἰς τοὺς θεοὺς εὐσεβείας καὶ τῶν ἄλλων τῶν σπουδαιοτάτων ὥσπερ ἡγεμὼν τοῖς ἅπασιν ὑπῆρχεν. ἔτι δʼ αὐτῇ καὶ φιλίας συμβόλαια πρὸς Ἡρακλέα πάμπολλα ὑπῆρχεν ἄλλα τε καὶ ὅτι πρῶτον ξένον ἐμύησεν, ἕως ἦν ἐν ἀνθρώποις. καὶ τοσοῦτόν γε τὸ ἐναργὲς τῆς σπουδῆς ἐγένετο καὶ οὕτω σφόδρα τῆς κρείττονος μοίρας ἐκρίθη τὸ ἐκείνου πρᾶγμα ὥστε καὶ ὅσα Θήσεια ἦν κατὰ δήμους, ἅπαντα μετεσκεύασαν καὶ κατέστησαν Ἡράκλεια ἀντὶ Θησείων, νομίσαντες Θησέα μὲν ἄριστον εἶναι τῶν πολιτῶν, Ἡρακλέα δὲ ὑπὲρ ἀνθρώπου φύσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi