Thesauros Edebiyat Hitabet Ἰσθμικὸς εἰς Ποσειδῶνα

Ἰσθμικὸς εἰς Ποσειδῶνα

Ἰσθμικὸς εἰς Ποσειδῶνα Aristides, Aelius
21 οὓς καὶ ἀνέφηνεν ἐκ τῆς θαλάττης, ὡς τόν τε Ἀπόλλω καὶ τὴν Ἄρτεμιν. καὶ τούτων μὲν ὁ Ζεὺς εἰκότως ἂν χάριν αὐτῷ εἰδείη, ὅτι οὔτε τὴν Λητὼ περιεῖδεν ἐλαυνομένην πάντα τὸν χρόνον ὑπὲρ ὧν ἐτύγχανεν, οὔτε τὴν γένναν αὐτοῦ μικροῦ γε ἐξαμεληθεῖσαν. οὗτος δὲ καὶ τὸ Ἀφροδίτης κάλλος ἀνήνεγκεν ἐξ ἑαυτοῦ, καθάπερ ἐκ κεφαλῆς τινος καὶ οὗτος τῆς θαλάττης κατὰ τὴν πρὸς Δία μίμησιν, εἴτε καὶ πρότερος οὗτος οὐ μόνον τὰ ἀνθρώπινα, ἀλλὰ καὶ τὰ θεῖα, ὡς ἔχει ὁ κατὰ τὴν Ἴδην τὴν Τρωικὴν λόγος λεγόμενος. ἐπεὶ δὲ Λητοῦς ἐμνήσθημεν, εἰσῆλθέ με ὅσους καὶ ἄλλους ἔρωτας συνδιήνεγκε τῷ ἀδελφῷ· καὶ γὰρ τὸν Ἰοῦς τῆς Ἰνάχου καὶ τὸν Εὐρώπης τῆς καλῆς, τάχα δέ που καὶ ἄλλον καὶ ἄλλον, ὧν ἔτι καὶ νῦν ὀνόματα κατʼ ἀνθρώπους. τὸν δὲ παῖδα τὸν καλὸν τὸν μετὰ τῆς μητρὸς τῆς καλῆς καὶ παῖδα ἔθετο ἑαυτῷ καὶ κοινωνοὺς τῆς ἀρχῆς ἐποιήσατο αὐτόν τε καὶ τὴν μητέρα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi