19
ὁμολογεῖται μὲν γὰρ Κρόνῳ τρεῖς παῖδας γενέσθαι ἐκ Ῥέας τῆς μητρὸς αὐτῶν, Ποσειδῶν καὶ Ζεὺς καὶ τρίτος ὃν ἐπὶ τούτοις ἀκούομεν. καὶ δῆτα διαλαχεῖν ἐπὶ τούτοις τὸν κλῆρον τοῦ πατρὸς, τὸ πᾶν τοῦτο νομῇ δικαιοτάτῃ δασαμένους. Δία μὲν σχεῖν τόν τε οὐρανὸν καὶ τὸν αἰθέρα καὶ τὰ ἐν τούτοις, καὶ αὐτόθεν ὁρμᾶσθαι, τὸν δὲ Ποσειδῶ τὴν θάλατταν, τὸν δὲ τρίτον ἀδελφὸν τὸν ὑπὸ γῆς τόπον. θεασώμεθα δὴ νῦν ἐν ἡμῖν αὐτοῖς πότερος αὐτῶν τὴν ἀρχὴν φιλανθρωποτέραν ἐποιήσατο τὴν αὑτοῦ καὶ κοινοτέραν, πότερον ὁ μηδὲ μεταδοὺς μηδὲν αὐτῆς μηδενὶ, ἢ ὁ μεταδιδοὺς μὲν, οὐ πρότερον δὲ πρὶν ἢ οἴχεσθαι, ἢ ὁ ζῶντάς τε ὑποδεχόμενος ἅπαντας καὶ παρέχων ἑαυτῷ συζῆν καὶ συνεῖναί τε καὶ συμπολιτεύεσθαι, καὶ ἐπεργάζεσθαι τὸν κάλλιστον τῶν κλήρων τὴν θάλατταν, καὶ πάνθʼ ὅσα ἀγαθὰ ἀπὸ θαλάττης ἔκ τε αὐτῆς καὶ διʼ αὐτῆς ἐξεύρηται, καὶ δοὺς ἑαυτὸν εἰς ἅπαντα τῷ γένει τῷ τῶν ἀνθρώπων. καὶ μὴν ἄνθρωπός γε τί μὲν τῶν δένδρων διέφερε τῶν ἐν τῇ γῇ τῶν αὐτοφυῶν, ἕως ἐν γῇ μόνον ἦν; τί δὲ ἦν αὐτῷ καλὸν, πρὶν παρανοῖξαι τὸν θεὸν τοῦτον τὴν θάλατταν, ἔπειτα δὲ καὶ ἀναπετάσαι; ἢ τί μὲν ἰδεῖν, τί δὲ ἀκοῦσαι; ὃς οὐδὲ τὴν γῆν αὐτὴν ἐν ᾗ ἦν ἠπίστατο, πλὴν τὰ ἐν ποσὶν, οὐχ ὅπως τὰ πέρατα