Thesauros Edebiyat Hitabet Ἰσθμικὸς εἰς Ποσειδῶνα

Ἰσθμικὸς εἰς Ποσειδῶνα

Ἰσθμικὸς εἰς Ποσειδῶνα Aristides, Aelius
19 καὶ ἔτι γε νάματα· καὶ εἶναί τε πάντα ἐνθένδε ὁπόσα γενέσεως μέτοχα καὶ ἀπιέναι πάλιν ἐκεῖσε κατὰ τὴν φθορὰν αὐτῶν, καὶ τοῦτʼ εἶναι τὴν ἀρὰν τὴν Ὁμήρου ἐπαρωμένου εἰς ὕδωρ πάντα ἐλθεῖν, ὡς ἔχει καὶ τὸ ἔπος ἀλλʼ ὑμεῖς γε πάντες ὕδωρ καὶ γαῖα γένοισθε, καὶ ὅσα ἄλλα τοιουτότροπα ὑπό τε ἀνδρῶν καὶ ποιητῶν σοφῶν εἴρηταί τε καὶ ἐξεύρηται, ταῦτα μὲν ἤτοι τέλεον ἡμῖν παρείσθω ἢ ἐπὶ τοσοῦτον εἰρήσθω ἐν γοῦν τῷ παρόντι. ἃ δέ ἐστι κοινὰ πάντων καὶ γνώριμα καὶ ἐν τοῖς πάντων ὀφθαλμοῖς, τούτων δὲ καὶ νῦν ἄν πως πρέποι μνησθῆναι. ἔστι δὲ οὐδὲ ταῦτα καθʼ ἑαυτὰ, ἀλλὰ καὶ ταῦτα σὺν μάρτυσι τοῖς ποιηταῖς λεγόμενα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi