Thesauros Edebiyat Hitabet Ἀθηνᾶ

Ἀθηνᾶ

Ἀθηνᾶ Aristides, Aelius
13 φιλανθρωποτάτη δὲ ἡ αὐτὴ καὶ δυνατωτάτη. τῆς μὲν οὖν δυνάμεως τί χρὴ μεῖζον εἰπεῖν σημεῖον ἢ τὸ νικᾶν πανταχοῦ; οὐ γάρ ἐστιν Ἀθηνᾶς νίκη κυρία, ἀλλʼ Ἀθηνᾶ νίκης ἀεί· τὴν δὲ φιλανθρωπίαν οἱ περὶ Ὀρέστην λόγοι μαρτύρονται. ὃν φυγόντα μὲν ἐξ Ἄργους Ἀθήναζε, φεύγοντα δʼ Ἀθήνησι δίκην ὑπʼ Εὐμενίδων, ἴσων τῶν ψήφων γενομένων, προσθεμένη τὴν παρʼ αὑτῆς σώζει. καὶ τοίνυν ἔτι νῦν σώζει πάντας, ἐὰν ἴσαι γένωνται· ἔδοξε γὰρ ἐξ ἐκείνου ταῖς ἴσαις προστιθέναι τὴν παρὰ τῆς Ἀθηνᾶς ἀφιεῖσαν. ἐπεὶ δὲ ἔδει παρθένον εἶναι διʼ αἰῶνος τὴν Ἀθηνᾶν καὶ μηδένα μήτε θεῶν μήτε ἀνθρώπων ψαῦσαι κατὰ τὸν τῆς πανδήμου νόμον, θαυμαστὰ οἷα κἀνταῦθα εὑρίσκεται παρὰ τοῦ πατρός· τὰ γὰρ τῆς καλλιτέκνου γέρα λαμβάνει. τῇ γὰρ Λητοῖ πλανωμένῃ διὰ πάσης γῆς καὶ θαλάττης ἡγεῖται πρὸς τὸν τόπον ὅπου εἱμαρμένον ἦν αὐτῇ τεκεῖν. καὶ ἐπειδὴ ἔτικτε, μαιοῦταί τε καὶ δέχεται τοὺς παῖδας, καὶ στεφανοῖ τὸν Ἀπόλλω κατὰ τὸν τῶν Ἑλλήνων παιᾶνα· ὥστε ἡ μὲν Ἄρτεμις λοχία ταῖς ἄλλαις ἐστὶν, αὕτη δὲ τῇ Ἀρτέμιδι λοχία πρὸς τὰς γονὰς ἡ θεὸς γεγένηται. καὶ ἔοικεν ἀμφοτέρων διδάσκαλος αὐτὴ καταστῆναι, τῆς τέχνης καὶ τῆς προαιρέσεως. παρθένος γάρ ἐστι

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi