Thesauros Edebiyat Hitabet κατὰ Ἐργοκλέους ἐπίλογος

κατὰ Ἐργοκλέους ἐπίλογος

κατὰ Ἐργοκλέους ἐπίλογος Lysias
5 ἄλλως τε ἐπειδή, ὡςὡς Hude: καὶ MSS. τάχιστα ὑμεῖς ἐψηφίσασθε τὰ χρήματα ὑπογράψαι τὰ ἐκ τῶν πόλεων εἰλημμένα καὶ τοὺς ἄρχοντας τοὺς μετʼ ἐκείνου καταπλεῖν εὐθύνας δώσοντας, Ἐργοκλῆς ἔλεγεν ὡς ἤδη συκοφαντεῖτε καὶ τῶν ἀρχαίων νόμων ἐπιθυμεῖτε, καὶ Θρασυβούλῳ συνεβούλευε Βυζάντιον καταλαβεῖν καὶ τὰς ναῦς ἔχειν καὶ τὴν Σεύθου θυγατέρα γαμεῖν·
6 ἵνα αὐτῶν ἐκκόψῃς ἔφη τὰς συκοφαντίας· ποιήσεις γὰρ αὐτοὺς οὐκ ἐπιβουλεύοντας σοὶ καθῆσθαι καὶ τοῖς σοῖς φίλοις, ἀλλὰ περὶ αὑτῶν δεδιέναι. οὕτως, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπειδὴ τάχιστα ἐνεπέπληντο καὶ τῶντῶν add. Aldus. ὑμετέρων ἀπέλαυσαν, ἀλλοτρίους τῆς πόλεως αὑτοὺς ἡγήσαντο.
7 ἅμαἅμα Reiske: ἀλλὰ MSS. γὰρ πλουτοῦσι καὶ ὑμᾶς μισοῦσι, καὶ οὐκέτι ὡς ἀρξόμενοι παρασκευάζονται ἀλλʼ ὡς ὑμῶν ἄρξοντες, καὶ δεδιότες ὑπὲρ ὧν ἀφῄρηνται ἕτοιμοί εἰσι καὶ χωρία καταλαμβάνειν καὶ ὀλιγαρχίαν καθιστάναι καὶ πάντα πράττειν ὅπως ὑμεῖς ἐν τοῖς δεινοτάτοις κινδύνοις καθʼ ἑκάστην ἡμέραν ἔσεσθε· οὕτως γὰρ ἡγοῦνται οὐκέτι τοῖς σφετέροις αὐτῶν ἁμαρτήμασι τὸν νοῦν ὑμᾶς προσέξειν, ἀλλʼ ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῆς πόλεως ὀρρωδοῦντας ἡσυχίαν πρὸς τούτους ἕξειν.
8 Θρασύβουλος μὲν οὖν ὦ ἄνδρες Ἀθηναῖοι, (οὐδὲν γὰρ δεῖ περὶ αὐτοῦ πλείω λέγειν) καλῶς ἐποίησεν οὕτως τελευτήσας τὸν βίον· οὐ γὰρ ἔδει αὐτὸν οὔτε ζῆν τοιούτοις ἔργοις ἐπιβουλεύοντα, οὔθʼ ὑφʼ ὑμῶν ἀποθανεῖν ἤδη τι δοκοῦντα ὑμᾶς ἀγαθὸν πεποιηκέναι, ἀλλὰ τοιούτῳ τρόπῳ τῆς πόλεως ἀπαλλαγῆναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi