15
ἡμεῖς μὲν τοίνυν οὐκ ἠθελήσαμεν προδοῦναι, ἀξιοῦμεν δὲ μηδʼ ὑμᾶς, ἐνθυμουμένους ὅτι σφόδρʼ ἂν ἡμῖν ὠργίζεσθε καὶ ἐτιμωρεῖσθε, ὅπου παρεπίπτομεν, ὡς εἰκὸς τοὺς ἀδικοῦντας, εἰ ἡμεῖς παρὰ τούτων ἢ χρήματα λαβόντες ἢ ἄλλῳ τινὶ τρόπῳ διηλλάγημεν. καίτοι εἰ τοῖς μὴ δικαίως ἐπεξιοῦσιν ὀργίζεσθε, ἦ που σφόδρα χρὴ αὐτοὺς τοὺς ἀδικοῦντας τιμωρεῖσθαι.
16
νῦν τοίνυν, ὦ ἄνδρες δικασταί, καταψηφισάμενοι Ἐπικράτους τῶν ἐσχάτων τιμήσατε,τιμήσατε Stephanus: τιμωρήσατε MSS. καὶ μή, ὥσπερ ἐν τῷ τέως χρόνῳ εἰθισμένοι ἐστέ, ἐπειδὰν καταψηφισάμενοι ἐξελέγξητε τοὺς ἀδικοῦντας, ἐν τῷ τιμήματι ἀζημίους ἀφίετε, ἔχθραν, οὐ δίκην παρὰ τῶν ἀδικούντων λαμβάνοντες, ὥσπερ τοῦ ὀνείδους ἀλλʼ οὐ τῆς ζημίας αὐτοῖς μέλον, εὖ εἰδότες ὅτι ἐν μὲν τῇ ψήφῳ οὐδὲν ἄλλο ποιεῖτε ἢ ὀνειδίζετε τοῖς ἀδικοῦσιν, ἐν δὲ τῷ τιμήματι τιμωρεῖσθε τοὺς ἐξαμαρτάνοντας.