Thesauros Edebiyat Hitabet περὶ τῆς Εὐάνδρου δοκιμασίας

περὶ τῆς Εὐάνδρου δοκιμασίας

περὶ τῆς Εὐάνδρου δοκιμασίας Lysias
20 τοιγάρτοι ἀντὶ τούτων αὐτοὺς ὁ δῆμος ταῖς μεγίσταις τιμαῖς τετίμηκεν, ἱππαρχεῖν καὶ στρατηγεῖν καὶ πρεσβεύειν ὑπὲρ αὑτῶν αἱρούμενοι· καὶ οὐδέποτε αὐτοῖς μετεμέλησεν. καὶ διὰ μέν γε τοὺς πολλὰπολλὰ Reiske: πολλοὺς MSS. ἐξαμαρτόντας τὰς δοκιμασίας εἶναι ἐψηφίσαντο, διὰ δὲ τοὺς μηδὲν τοιοῦτον πράξαντας τὰς συνθήκας ἐποιήσαντο. τοσαῦτά σοιτοσαῦτά σοι Reiske: τοιαύτας οἵας. ἐγὼ ὑπὲρ τοῦ δήμου ἀποκρίνομαι.
21 ὑμέτερον δὴ ἔργον ἐστίν, ὦ ἄνδρες βουλευταί, σκέψασθαι ποτέρῳ ἂν πιθόμενοι περὶ τῆς δοκιμασίας ταύτης ἄμεινον βουλεύσαισθε, πότερον ἐμοὶ ἢ Θρασυβούλῳ, ὃς αὐτῷ ἀπολογήσεται. περὶ μὲν οὖν ἐμοῦ ἢ τοῦ πατρὸς ἢ τῶν προγόνων οὐδὲν οὗτος εἰπεῖν ἕξει εἰς μισοδημίαν. οὔτε γὰρ ὡς ὀλιγαρχίας μετέσχον (ὕστερον γὰρ τῶν χρόνων τούτων ἀνὴρ εἶναι ἐδοκιμάσθην), οὔθʼ ὡς ὁ πατήρ (πρὸ γὰρ τῶν στάσεων πολὺ ἐν Σικελίᾳ ἄρχων ἐτελεύτησεν)·
22 οὐδʼ ὡς οἱ πρόγονοι ὑπὸ τοῖς τυράννοις ἐγένοντο· στασιάζοντες γὰρ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον διετέλεσαν. ἀλλὰ μὲν δὴ οὐδὲ τὴν οὐσίαν ἡμᾶς ἐν τῷ πολέμῳ φήσει κτήσασθαι, εἰς δὲ τὴν πόλιν οὐδὲν ἀνηλωκέναι· πᾶν γὰρ τοὐναντίον, ἐν εἰρήνῃ μὲν ὀγδοηκοντατάλαντος ἡμῶν ὁ οἶκος ἐγένετο, εἰς δὲ τὴν τῆς πόλεως σωτηρίαν ἐν τῷ πολέμῳ ἅπας ἀνηλώθη.
23 ἐγὼ δὲ περὶ τούτου τρία ἕξω εἰπεῖν τηλικαῦτα τὸ μέγεθος, ὥστʼ ἄξιον εἶναι ἕκαστον ἔργον θανάτου· πρῶτον μὲν ὅτι τὴν ἐν Βοιωτοῖς πολιτείαν χρήματα λαβὼν μετέστησε καὶ τῆς συμμαχίας ἡμᾶς ταύτης ἀπεστέρησεν, ἔπειτα ὅτι τὰς ναῦς προὔδωκε καὶ τὴν πόλιν περὶ σωτηρίας βουλεύεσθαι πεποίηκεν,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi