Thesauros Edebiyat Hitabet περὶ τῆς Εὐάνδρου δοκιμασίας

περὶ τῆς Εὐάνδρου δοκιμασίας

περὶ τῆς Εὐάνδρου δοκιμασίας Lysias
13 ἆρʼ οὐκοὐκ Stephanus: οὖν MSS. οἴεσθε αὐτοὺς χαλεπῶς διακείσεσθαι καὶ ὑμᾶς αὐτῶν αἰτίους ἡγήσεσθαι, ὅταν γένωνται ἐν ἐκείνοις τοῖς χρόνοις, ἐν οἷς αὐτῶν πολλοὶ εἰς τὸ δεσμωτήριον ἀπήγοντο καὶ ἄκριτοι ὑπὸ τούτων ἀπώλλυντο καὶ φεύγειν τὴν σφετέραν αὐτῶν ἠναγκάζοντο; κἀκεῖνο πρὸς ἐνθυμηθῶσιν, ὅτι ὁ αὐτὸς οὗτος ἀνὴρ Θρασύβουλοςθρασύβουλος del. Kayser. αἴτιος γεγένηται Λεωδάμαντά τε ἀποδοκιμασθῆναι καὶ τοῦτον δοκιμασθῆναι, τοῦ μὲν κατήγορος γενόμενος, ὑπὲρ τούτου δὲ ἀπολογήσασθαι παρασκευασάμενος, ὃς πῶςὃς πῶς Hude: ὅπως, ὃς ὅπως MSS. πρὸς τὴν πόλιν διάκειταιδιάκειται Scaliger: διακεῖσθαι, διέκειτο MSS. καὶ πόσων αἴτιος αὐτῇ κακῶν γεγένηται;
14 ἢ πιθόμενοι πῶς ἂν οἴεσθε διαβληθῆναι; τότε μὲν γὰρ ὑμᾶς ᾤοντο ὀργισθέντας Λεωδάμαντα ἀποδοκιμάσαι· ἐὰν δὲ τοῦτοντοῦτον Markland: αὐτὸν MSS. δοκιμάσητε, εὖ εἴσονται ὅτι οὐ δικαίᾳ γνώμῃ περὶ αὐτοῦ κέχρησθε. ἔστι δὲ τούτοις μὲν πρὸς ὑμᾶς ἁγών, ὑμῖν δὲ πρὸς ἅπασαν τὴν πόλιν, ἣ σκοπεῖ νυνὶ τίνα ὑμεῖς γνώμην περὶ αὐτῆς ἕξετε.
15 καὶ μηδεὶς ὑμῶν ἡγείσθω με Λεωδάμαντι χαριζόμενον κατηγορεῖν Εὐάνδρου, ὅτι φίλος ὢν τυγχάνει, ἀλλʼ ὑπὲρ ὑμῶν καὶ τῆς πόλεως προνοούμενον. ῥᾴδιον δʼ ἐξ αὐτοῦ τοῦ πράγματος μαθεῖν. Λεωδάμαντι γὰρ συμφέρει τοῦτον δοκιμασθῆναι, οὕτω γὰρ ὑμεῖς μάλιστα διαβληθήσεσθε, καὶ δόξετε ἀντὶ δημοτικῶν ἀνθρώπων ὀλιγαρχικοὺς εἰς τὰς ἀρχὰς καθιστάναι· ὑμῖν δὲ τόνδε ἀποδοκιμάσαι, δόξετε γὰρ κἀκεῖνον δικαίως ἂνἂν del. Dobree. ἀποδοκιμάσαι· ἐὰν δὲ μηδὲ τόνδε, οὐδʼ ἐκεῖνον δικαίως.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi