Thesauros Edebiyat Hitabet περὶ τῆς Εὐάνδρου δοκιμασίας

περὶ τῆς Εὐάνδρου δοκιμασίας

περὶ τῆς Εὐάνδρου δοκιμασίας Lysias
4 ἐγὼ δὲ πρὸς τούτους τοὺς λόγους οὐ χαλεπὸν οἶμαι ἀντειπεῖν· πρὸς μὲν τὰς λῃτουργίας, ὅτι κρείττων ἦν ὁ πατὴρ αὐτοῦ μὴ λῃτουργήσας ἢ τοσαῦτα τῶν ἑαυτοῦ ἀναλώσας· διὰ γὰρ ταῦτα πιστευθεὶς ὑπὸ τοῦ δήμου κατέλυσε τὴν δημοκρατίαν, ὥστʼ εἶναι ταῦτα τὰ ἔργα ἀειμνηστότερα ἢ τὰ ἐκ τῶν λῃτουργιῶν αὐτῷ ἀναθήματα·
5 πρὸς δὲ τὴν ἡσυχιότητα τὴν τούτου, ὅτι οὐ νῦν δεῖ αὐτὸν ἐξετάζειν εἰ σώφρων ἐστίν, ὅτʼ αὐτὸν οὐκ ἔξεστιν ἀσελγαίνειν, ἀλλʼ ἐκεῖνον τὸν χρόνον σκοπεῖν, ἐν ᾧ ἐξὸν ὁποτέρως ἐβούλετο ζῆν εἵλετο παρανόμως πολιτευθῆναι. τοῦ μὲν γὰρ νῦν μηδὲν ἐξαμαρτάνειν οἱ κωλύσαντες αἴτιοι, τῶν δὲ τότε γενομένων ὁ τούτου τρόπος καὶ οἱ τούτῳ ἐπιτρέπειν ἀξιοῦντες. ὥστʼ ἐὰν ἐκ τούτων δοκιμάζεσθαι ἀξιοῖ, ταῦτα χρὴ ὑπολαμβάνειν, μὴ εὐήθεις αὐτῷ εἶναι δοκῆτε.
6 ἐὰν δὲ καὶ ἐπὶ τοιόνδε λόγον τράπωνται, ὡς ὁ χρόνος οὐκ ἐγχωρεῖ ἄλλον ἀποκληρῶσαι, ἀλλὰ ἀνάγκη, ἐὰν αὐτὸν ἀποδοκιμάσητε, ἄθυτα τὰ πάτρια ἱερὰ γίγνεσθαι, τάδʼ ἐνθυμήθητε, ὅτι πάλαι ὁ χρόνος ἤδη παρελήλυθεν. ἡ γὰρ αὔριον ἡμέρα μόνη λοιπὴ τοῦ ἐνιαυτοῦ ἐστιν, ἐν δὲ ταύτῃ τῷ Διὶ τῷ σωτῆρι θυσία γίγνεται, δικαστήριον δὲ παρὰ τοὺς νόμους ἀδύνατονἀδύνατον Contius: δυνατὸν, οὐ δυνατὸν MSS. πληρωθῆναι.
7 εἰ δὲ ταῦτα πάνθʼ οὗτος ὥστε γενέσθαι διαπέπρακται, τί προσδοκῆσαι δεῖδεῖ add. Aldus. δοκιμασθέντʼ αὐτὸν ποιήσειν, εἰ τὴν ἐξιοῦσαν ἀρχὴν πέπεικεν αὐτοῦ ἕνεκα παρανομῆσαι; ἆρʼ ἂν ὀλίγα τοιαῦτα ἐν τῷ ἐνιαυτῷ διαπράξασθαι; ἐγὼ μὲν γὰρ οὐκ ἂν οἶμαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi