14
εἰδότες ὅτι ἕξετε πᾶσι χρῆσθαι τοῖς ἡμετέροις ὥσπερ καὶ πρότερον· οἶμαι δὲ πάντας ὑμᾶς ἐπίστασθαι ὅτι τῶν ἐμῶν ἐγὼ πολὺ βελτίων ὑμῖν ἔσομαι ταμίας τῶν τὰ τῆς πόλεως ὑμῖν ταμιευόντων. ἐὰν δʼ ἐμὲ πένητα ποιήσητε, καὶ ὑμᾶς αὐτοὺς ἀδικήσετε· ἕτεροι δὲ καὶ ταῦτα διανεμοῦνται, ὥσπερ καὶ τἆλλα.
15
ἄξιον δέ ἐστιν ἐνθυμηθῆναι ὅτι πολὺ μᾶλλον ὑμῖν προσήκει τῶν ὑμετέρων ἐμοὶ διδόναι ἢ τῶν ἐμῶν ἐμοὶ ἀμφισβητῆσαι, καὶ πένητα γενόμενον ἐλεῆσαι μᾶλλον ἢ πλουτοῦντι φθονῆσαι, καὶ τοῖς θεοῖς εὔχεσθαι τοὺς ἄλλους εἶναι τοιούτους πολίτας, ἵνα τῶν μὲν ὑμετέρωνὑμετέρων Dobree: ἑτέρων MSS. μὴμὴ add. Contius. ἐπιθυμήσωσι, τὰ δὲ σφέτερα αὐτῶν εἰς ὑμᾶς ἀναλίσκωσιν.
16
ἡγοῦμαι δʼ, ὦ ἄνδρες δικασταί (καὶ μηδεὶς ὑμῶν ἀχθεσθῇ), πολὺ ἂν δικαιότερον ὑμᾶς ὑπὸ τῶν ζητητῶν ἀπογραφῆναι τὰ ἐμὰ ἔχειν, ἢ ἐμὲ νυνὶ κινδυνεύειν ὡς τοῦ δημοσίου χρήματα ἔχοντα. τοιοῦτον γὰρ ἐμαυτὸν τῇ πόλει παρέχω, ὥστε ἰδίᾳ μὲν τῶν ὄντωνὄντων add. Markland. φείδομαι, δημοσίᾳ δὲ λῃτουργῶν ἥδομαι, καὶ οὐκ ἐπὶ τοῖς περιοῦσι μέγα φρονῶ, ἀλλʼ ἐπὶ τοῖς εἰς ὑμᾶς ἀνηλωμένοις,
17
ἡγούμενος τούτων μὲν αὐτὸς αἴτιος εἶναι, τὴν δʼ οὐσίαν ἑτέρους μοι καταλιπεῖν, καὶ διὰ ταύτην μὲν ὑπὸ τῶν ἐχθρῶν ἀδίκως συκοφαντεῖσθαι, διʼ ἐκεῖνα δὲ ὑφʼ ὑμῶν δικαίως σῴζεσθαι. ὥστʼ οὐκ ἂν εἰκότως ἕτεροί με ἐξῃτήσαντο παρʼ ὑμῶν, ἀλλὰ καὶ εἴ τις τῶν ἐμῶν φίλων τοιοῦτον ἀγῶνα ἠγωνίζετο, ὑμᾶς ἂν ἠξίουν ἐμοὶ δοῦναι τὴν χάριν, καὶ εἰ παρʼ ἄλλοις ἐκινδύνευον, ὑμᾶς εἶναι τοὺς δεομένους ὑπὲρ ἐμοῦ.