31
οὐ γὰρ δὴδὴ Dobree: ἂν MSS. ἡμεῖς χρημάτων γε ἕνεκα, ἵνα λάβοιμεν, εὖ ὑμᾶς ἐποιοῦμεν, ἀλλʼ ἵνα, εἴ ποτε κίνδυνος εἴη ἡμῖν, ἐξαιτούμενοι παρʼ ὑμῶν τὴν ἀξίαν χάριν ἀπολάβοιμεν. χρὴ δὲ ὑμᾶς καὶ τῶν ἄλλων ἕνεκα τοιούτους εἶναι, γιγνώσκοντας ὅτι, ἐάν τις πρόθυμος εἰς ὑμᾶς ᾖ, οὐ μόνον ἡμᾶς ὠφελήσετε· ἡμῶν μὲν γὰρ καὶ πρὶν δεηθῆναι πεπείρασθε, οἷοί ἐσμεν εἰς ὑμᾶς· τοὺς δὲ ἄλλους προθυμοτέρους ποιήσετε, κατʼ ἀξίαν χαριζόμενοι, ὅσʼ ἄν τις ὑμᾶς εὖ ποιῇ.
32
καὶ μηδαμῶς τοῖς λέγουσι βεβαιώσητε λόγον τὸνλόγον τὸν Markland: λεγόντων MSS. πάντων πονηρότατον· λέγεται γὰρ τοὺς κακῶς πεπονθότας μεμνῆσθαι μᾶλλον ἢ τοὺς εὖ. τίς γὰρ ἔτι ἐθελήσει χρηστὸς εἶναι, εἰ ἡττηθήσονται τῶν κακῶς ὑμᾶς ποιούντων οἱ εὖ ποιοῦντες; ἔχει δʼ ὑμῖν,
33
ὦ ἄνδρες δικασταί, οὕτως. περὶ ἡμῶν γάρ ἐστι ψῆφος ὑμῖν, καὶ οὐ περὶ χρημάτων. ἕως μὲν γὰρ εἰρήνη, ἦν ἡμῖν φανερὰ οὐσία, καὶ ἦν ὁ πατὴρ ἀγαθὸς γεωργός· ἐπειδὴ δὲ εἰσέβαλον οἱ πολέμιοι, πάντων τούτων ἐστερήθημεν. ὥστε αὐτῶν τούτων ἕνεκα πρόθυμοι ἦμενἦμεν Thalheim: ἐσμὲν MSS. εἰς ὑμᾶς, εἰδότες ὅτι χρήματα μὲν ἡμῖν οὐκ εἴη ὁπόθεν ἐκτίσομεν, αὐτοὶ δὲ πρόθυμοι ὄντες εἰς ὑμᾶς ἀξιοῦμεν εὑρίσκεσθαι χάριν.