6
ἀλλʼ οἱ μὴ δικαίως. οὗτος δὲ πρῶτον μὲν ἄρξας ἐν Ὠρωπῷ οὔτε προέδωκε οὔθʼοὔθ’ Taylor: καὶ MSS. ἑτέραν πολιτείαν κατέστησε, τῶν ἄλλων ἁπάντων ὅσοι ἦρχον καταπροδόντων τὰ πράγματα. οἱ δʼ οὐχ ὑπέμειναν, καταγνόντες σφῶν αὐτῶν ἀδικεῖν· ὁ δὲ ἡγούμενος μηδὲν ἠδικηκέναι δίκην δίδωσι.
7
καὶ τοὺς μὲν ἀδικοῦντας οἱ κατήγοροι ἐκκλέπτουσιν, ἀργύριον λαμβάνοντες· παρʼ ὧν δʼ ἂν μὴ κερδαίνωσιν, ἀδικοῦντας ἀποφαίνουσι. καὶ ὁμοίας τὰς κατηγορίας ποιοῦνται τῶν τε εἰπόντων γνώμην τινὰ ἐν τῇ βουλῇ καὶ τῶν μή. οὗτος δὲ οὐδὲ γνώμην οὐδεμίαν εἶπε περὶ τοῦ ὑμετέρου πλήθους.
8
ἐγὼ δʼ ἡγοῦμαι ἀξίους εἶναι τούτους μηδὲν πάσχειν ὑφʼ ὑμῶν κακόν, εἰ ὑμῖν μὲν εὖνοι ἦσαν, ἐκείνοις δὲ οὐκοὐκ add. Brulart. ἀπηχθάνοντο. τῶν γὰρ λεγόντων ἐναντία ἐκείνοις οἱ μὲν ἔφευγον οἱ δὲ ἀπέθνῃσκον, ὥστʼ εἴ τις καὶ ἐβούλετο ἐναντιοῦσθαι ὑπὲρ ὑμῶν, τὸ δέος καὶ ὁ φόνοςφόνος Reiske: φόβος MSS. τῶν πεπονθότων ἀπέτρεπε πάντας.
9
ὥστε οἱ πολλοὶ πάντα ἀπεγίγνωσκονἀπεγίγνωσκον Dobree : ἐγίγνωσκον MSS αὐτῶν· τοὺς μὲν γὰρ ἐξήλαυνον αὐτῶν, τοὺς δὲ ἀπεκτίνυσαν. οἳ δὲ ἐκείνων ἔμελλον ἀκροᾶσθαι καὶ μηδὲν ἐπιβουλεύειν μηδὲ ἐξαγγέλλειν, τούτους ἂν καθίσταντο. ὥστε οὐκ ἂν ῥᾳδίως μετέστη ἂν ὑμῖν ἡ πολιτεία. οὔκουν δίκαιοί εἰσιν, ὧν ὑμῖν εὖνοι ἦσαν,