Thesauros Edebiyat Hitabet ὑπὲρ τῶν Ἀριστοφάνους χρημάτων, πρὸς τὸ δημόσιον

ὑπὲρ τῶν Ἀριστοφάνους χρημάτων, πρὸς τὸ δημόσιον

ὑπὲρ τῶν Ἀριστοφάνους χρημάτων, πρὸς τὸ δημόσιον Lysias
38 νῦν τοίνυν εἰ δημεύσαιτεδημεύσαιτε Reiske: δημεύσετε MSS. τὰ τοῦ Τιμοθέου, —— ὃ μὴ γένοιτο, εἰ μή τι μέλλει μέγα ἀγαθὸν ἔσεσθαι τῇ πόλει, —— ἐλάττω δὲ ἐξ αὐτῶν λάβοιτʼ ἢ ἃλάβοιτ’ ἢ ἃ Fuhr: λάβοι τὴν, λάβοιτε ὡς καὶ MSS. ἐκ τῶν Ἀριστοφάνους γεγένηται, τούτου ἕνεκα ἠξιοῦτε ἂν τοὺς ἀναγκαίους τοὺς ἐκείνου τὰ σφέτερʼ αὐτῶν ἀπολέσαι; ἀλλʼ οὐκ εἰκός, ὦ ἄνδρες δικασταί· ὁ γὰρ Κόνωνος θάνατος καὶ αἱ διαθῆκαι,
39 ἃς διέθετο ἐν Κύπρῳ, σαφῶς ἐδήλωσαν ὅτι πολλοστὸν μέρος ἦν τὰ χρήματα ὧν ὑμεῖς προσεδοκᾶτε· τῇ μὲν γὰρ ἈθηναίᾳἈθηναίᾳ Fuhr: Ἀθηνᾷ MSS. καθιέρωσεν εἰς ἀναθήματα καὶ τῷ Ἀπόλλωνι εἰς Δελφοὺς πεντακισχιλίους στατῆρας· τῷ δὲ ἀδελφιδῷ τῷ ἑαυτοῦ,
40 ὃς ἐφύλαττεν αὐτῷ καὶ ἐταμίευε πάντα τὰ ἐν Κύπρῳ, ἔδωκεν ὡς μυρίας δραχμάς, τῷ δὲ ἀδελφῷ τρία τάλαντα· τὰ δὲ λοιπὰ τῷ ὑεῖ κατέλιπε, τάλαντα ἑπτακαίδεκα. τούτων δὲ κεφάλαιόν τι γίγνεται περὶ τετταράκοντα τάλαντα.
41 καὶ οὐδενὶ οἷόν τε εἰπεῖν ὅτι διηρπάσθη ἢ ὡς οὐ δικαίως ἀπεφάνθη· αὐτὸς γὰρ ἐν τῇ νόσῳ ὢν εὖ φρονῶν διέθετο.διέθετο Taylor: ᾔσθετο MSS. καί μοι κάλει τούτων μάρτυρας.
42 Μάρτυρες
42 ἀλλὰ μὴν ὁστισοῦν, ὦ ἄνδρες δικασταί, πρὶν ἀμφότερα δῆλα γενέσθαι, πολλοστὸν μέρος τὰ Νικοφήμου τῶν Κόνωνος χρημάτων ᾠήθη ἂν εἶναι. Ἀριστοφάνης τοίνυν γῆν μὲν καὶ οἰκίανοἰκίαν Markland: οὐσίαν MSS. ἐκτήσατο πλεῖν ἢ πέντε ταλάντων, κατεχορήγησεκατεχορ. Reiske: καὶ ἐχορ. MSS. δὲ ὑπὲρ αὑτοῦ καὶ τοῦ πατρὸς πεντακισχιλίας δραχμάς, τριηραρχῶν δὲ ἀνήλωσεν ὀγδοήκοντα μνᾶς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi