Thesauros Edebiyat Hitabet κατὰ Ἀλκιβιάδου λιποταξίου

κατὰ Ἀλκιβιάδου λιποταξίου

κατὰ Ἀλκιβιάδου λιποταξίου Lysias
23 θαυμάζω δὲ μάλιστα, ὦ ἄνδρες δικασταί, εἴ τις ὑμῶν τὸν Ἀλκιβιάδην ἀξιώσει διὰ μὲν τοὺς βοηθοῦντας σῴζεσθαι, διὰ δὲ τὴν αὐτοῦ πονηρίαν μὴ ἀπολέσθαι. ἧς ἄξιον ὑμᾶς ἀκοῦσαι, ἵνʼ ἐπίστησθε ὅτι οὐκ ἂν εἰκότως αὐτοῦ ἀποψηφίζοισθε, ὡς ταῦτα μὲν ἡμαρτηκότος, τὰ δʼ ἄλλα πολίτου χρηστοῦ γεγενημένου· ἐκ γὰρ τῶν ἄλλων τῶν τούτῳ πεπραγμένων δικαίως ἂν αὐτοῦ θάνατον καταψηφίζοισθε.
24 προσήκει δʼ ὑμῖν περὶ αὐτῶν εἰδέναι· ἐπειδὴ γὰρ καὶ τῶν ἀπολογουμένων ἀποδέχεσθε λεγόντων τὰς σφετέρας αὐτῶν ἀρετὰς καὶ τὰς τῶν προγόνων εὐεργεσίας, εἰκὸς ὑμᾶς καὶ τῶν κατηγόρων ἀκροᾶσθαι, ἐὰν ἀποφαίνωσι τοὺς φεύγοντας πολλὰ εἰς ὑμᾶς ἡμαρτηκότας καὶ τοὺς προγόνους αὐτῶν πολλῶν κακῶν αἰτίους γεγενημένους.
25 οὗτος γὰρ παῖς μὲν ὢν παρʼ Ἀρχεδήμῳ τῷ γλάμωνι, τῷ τῷ add. Reiske οὐκ ὀλίγα τῶν ὑμετέρων ὑφῃρημένῳ, πολλῶν ὁρώντων ἔπινεν ἔπινεν Reiske: ἔτι μὲν, νυκτὸς τὲ MSS. ὑπὸ τῷ αὐτῷ ἱματίῳ αὐτῷ ίματίῳ Taylor: αὐτοματι, αὐτῷ οἰκήματι MSS. κατακείμενος, ἐκώμαζε δὲ δὲ add. Reiske μεθʼ ἡμέραν, ἄνηβος ἑταίραν ἔχων, μιμούμενος τοὺς ἑαυτοῦ προγόνους, καὶ ἡγούμενος οὐκ ἂν δύνασθαι πρεσβύτερος ὢν λαμπρὸς γενέσθαι, εἰ μὴ νέος ὢν πονηρότατος δόξει εἶναι.
26 μετεπέμφθη δʼ ὑπὸ Ἀλκιβιάδου, ἐπειδὴ φανερῶς ἐξημάρτανε. καίτοι ποῖόν τινα χρὴ αὐτὸν ὑφʼ ὑμῶν νομίζεσθαι εἶναι, ὅστις κἀκείνῳ τοιαῦτʼ ἐπιτηδεύων διεβέβλητο ὃς τοὺς ἄλλους ταῦτʼ ἐδίδασκε; μετὰ Θεοτίμου δὲ ἐπιβουλεύσας τῷ πατρὶ Ὄρνους προὔδωκεν. ὁ δὲ παραλαβὼν τὸ χωρίον πρότερον μὲν ὕβριζεν αὐτὸν ὡραῖον ὄντα, τελευτῶν δὲ δήσας ἀργύριον εἰσεπράττετο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi