Thesauros Edebiyat Hitabet κατὰ θεομν́ηστου, Β

κατὰ θεομν́ηστου, Β

κατὰ θεομν́ηστου, Β Lysias
6 εἰ μὴ λωποδύτην ὠνόμαζεν. οὐδʼ εἴ τις παῖδʼ ἐξῆγεν, ὡς ἀνδραποδιστήν· καὶ αὐτὸς μὲν ἐδικάσω κακηγορίας τῷ εἰπόντι σε ῥῖψαι τὴν ἀσπίδα. καίτοι ἐν τῷ νόμῳ οὐ γέγραπται, ἀλλʼ ἐάν τις φῇ ἀποβεβληκέναι. πῶς οὖν οὐ δεινόν, ἐὰν μέν τις σὲ ἔπῃ, τοὺς νόμους ἐκλαμβάνειν οὕτως ὥσπερ ἐγὼ νῦν, καὶ τιμωρεῖσθαιτιμωρεῖσθαι Baiter et Sauppe: τιμωρεῖν MSS. τοὺς ἐχθρούς, ἐὰν δʼ αὐτὸς εἴπῃς, οὐκ ἀξιοῦνἀξιοῦν Taylor: ἄξιον MSS. δοῦναι δίκην;
7 βοηθήσατε οὖν μοι, ἐνθυμούμενοι ὅτι μεῖζόν ἐστι κακὸν ἀκοῦσαιἀκοῦσαι add. Baiter et Sauppe τὸν πατέρα ἀπεκτονέναι ἢ τὴν ἀσπίδα ῥῖψαι. ἐγὼ γοῦν δεξαίμην ἂνἂν add. Markland πάσας ἀποβεβληκέναι ἢ τοιαύτην γνώμην περὶ τὸν πατέρα ἔχειν. καίτοικαίτοι Contius: καί MSS. γε τοῦτον μὲν ἑώρακα ποιοῦντα, ὡς καὶ ὑμεῖς ἴστε, αὐτὸς δʼ ἔσωσα τὴν ἀσπίδα. ὥστε διὰ τί οὐκ ἂν λάβοιμι δίκην παρʼ αὐτοῦ;
8 τίνος ἐγκλήματός μοι ὄντος; πότερον ὡς δικαίως ἤκουσα; ἀλλʼ οὐδʼ ἂν αὐτοὶ φήσαιτε. ἀλλʼ ὡς βελτίων οὗτοςβελτίων οὗτος Sluiter: βελτίονος ὄντος.; ἀλλʼ οὐδʼ ἂν αὐτὸς ἀξιώσειεν. ἀλλʼ ὅτι ἀποβεβληκὼς τὰ ὅπλα σώσαντι δικάζομαι; ἀλλʼ οὐχ οὗτος ὁ λόγος διέσπαρται κατὰ τὴν πόλιν. μὴ δὴ κακῶς ἀκούοντα τὰ προσήκοντα ἐλεεῖτε,
9 μηδʼ ὑβρίζοντί τε καὶ λέγοντι παρὰ τοὺς νόμους συγγνώμην ἔχετε, καὶ ταῦτα εἰς ἄνδρα ὃς πολλὰς μὲν στρατηγίας ἐστρατήγηκε, πολλοὺς δὲ μεθʼ ὑμῶν κινδύνουςκινδύνους add. Taylor κεκινδύνευκε, καὶ οὔτε τοῖς πολεμίοις ὑποχείριος γέγονεν οὔθʼ ὑμῖν εὔθυναν ὦφλεν, ἑβδομήκοντα δʼ ἐτῶν ὢν ἐπʼἐπʼ Baiter: ὑπʼ. ὀλιγαρχίας ἐτελεύτησε διὰ τὴν ὑμετέραν εὔνοιαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi