16
ἡ ποδοκάκκη αὕτη ἐστίν, ὦ Θεόμνηστε, ὃ νῦν καλεῖται ἐν τῷ ξύλῳ δεδέσθαι. εἰ οὖν ὁ δεθεὶς ἐξελθὼν ἐν ταῖς εὐθύναις τῶν ἕνδεκα κατηγοροίη ὅτι οὐκ ἐν τῇ ποδοκάκκῃ ἐδέδετο ἀλλʼ ἐν τῷ ξύλῳ, οὐκ ἂν ἠλίθιον αὐτὸν νομίζοιεν; λέγε ἕτερον νόμον.
17
Νόμος
17
ἐπεγγυᾶν δʼ ἐπιορκήσαντα τὸν Ἀπόλλω. δεδιότα δὲ δίκης ἕνεκα δρασκάζειν.
17
τοῦτο τὸ ἐπιορκήσαντα ὀμόσαντάὀμόσαντα Harpocration: ὀμόσαι MSS. ἐστι, τό τε δρασκάζειν, ὃ νῦν ἀποδιδράσκειν ὀνομάζομεν.
17
ὅστις δὲ ἀπίλλει τῇ θύρᾳ, ἔνδον τοῦ κλέπτου ὄντος.
17
τὸ ἀπίλλειν τοῦτοτοῦτο Markland: τὸ MSS. ἀποκλείειν νομίζεται, καὶ μηδὲν διὰ τοῦτο διαφέρου.
18
τὸ ἀργύριον στάσιμον εἶναι ἐφʼ ὁπόσῳ ἂν βούληται ὁ δανείζων.
18
τὸ στάσιμον τοῦτό ἐστιν, ὦ βέλτιστε, οὐ ζυγῷ ἱστάναι ἀλλὰ τόκον πράττεσθαι ὁπόσον ἂν βούληται. ἔτι δʼ ἀνάγνωθιἔτι δ’ ἀνάγνωθι P. Mueller: ἐπανάγνωθι MSS. τουτουὶτουτουὶ Markland: τουτὶ MSS. τοῦ νόμου τὸ τελευταῖον.
19
Νόμος
19
ὅσαι δὲ πεφασμένως πολοῦνται, καὶ
19
οἰκῆος καὶ βλάβης τὴν διπλὴνκαὶ διπλὴν Schelling: καὶ δούλην MSS. εἶναι ὀφείλειν.
19
προσέχετε τὸν νοῦν. τὸ μὲν πεφασμένως ἐστὶ φανερῶς, πολεῖσθαι δὲ βαδίζειν, τὸ δὲ οἰκῆος θεράποντος.
20
πολλὰ δὲ τοιαῦτα καὶ ἄλλα ἐστίν, ὦ ἄνδρες δικασταί. ἀλλʼ εἰ μὴ σιδηροῦς ἐστιν, οἴομαι αὐτὸν ἔννουν γεγονέναι ὅτι τὰ μὲν πράγματα ταὐτά ἐστι νῦν τε καὶ πάλαι, τῶν δὲ ὀνομάτων ἐνίοις οὐ τοῖς αὐτοῖς χρώμεθα νῦν τε καὶ πρότερον. δηλώσει δέ· οἰχήσεται γὰρ ἀπιὼν ἀπὸ τοῦ βήματος σιωπῇ.