1
μαρτύρων μὲν οὐκ ἀπορίαν μοι ἔσεσθαι δοκῶ, ὦ ἄνδρες δικασταί· πολλοὺς γὰρ ὑμῶν ὁρῶ δικάζοντας τῶν τότε παρόντων, ὅτε Λυσίθεος Θεόμνηστον εἰσήγγελλε τὰ ὅπλα ἀποβεβληκότα, οὐκ ἐξὸν αὐτῷ, δημηγορεῖν· ἐν ἐκείνῳ γὰρ τῷ ἀγῶνι τὸν πατέρα μʼ ἔφασκεν ἀπεκτονέναι τὸν ἐμαυτοῦ. ἐγὼ δʼ,
2
εἰ μὲν τὸν ἑαυτοῦ με ἀπεκτονέναι ᾐτιᾶτο, συγγνώμην ἂν εἶχον αὐτῷ τῶν εἰρημένων (φαῦλον γὰρ αὐτὸν καὶ οὐδενὸς ἄξιον ἡγούμην)· οὐδʼ εἴ τι ἄλλο τῶν ἀπορρήτων ἤκουσα, οὐκ ἂν ἐπεξῆλθον αὐτῷ (ἀνελευθέρου γὰρ καὶ λίαν φιλοδίκουἀνελευθέρου φιλοδίκου Markland: —ον —ον MSS. εἶναι νομίζω κακηγορίας δικάζεσθαι)·
3
νυνὶ δὲ αἰσχρόν μοι εἶναι δοκεῖ τοῦ πατρός, οὕτω πολλοῦ ἀξίου γεγενημένου καὶ ὑμῖν καὶ τῇ πόλει, μὴ τιμωρήσασθαι τὸν ταῦτʼ εἰρηκότα, καὶ παρʼ ὑμῶν εἰδέναι βούλομαι πότερον δώσει δίκην, ἢ τούτῳ μόνῳ Ἀθηναίων ἐξαίρετόν ἐστι καὶ ποιεῖν καὶ λέγειν παρὰ τοὺς νόμους ὅ τι ἂν βούληται.
4
ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, ἔτη ἐστὶ δύο καὶδύο καὶ add. Contius τριάκοντα, ἐξ ὅτου δʼδʼ add. Markland ὑμεῖς κατεληλύθατε, εἰκοστὸν τουτί. φαίνομαι οὖν τρισκαιδεκέτης ὢν ὅτε ὁ πατὴρ ὑπὸ τῶν τριάκοντα ἀπέθνησκε. ταύτην δὲ ἔχων τὴν ἡλικίαν οὔτε τίτί Ziel: εἰ MSS. ἔστιν ὀλιγαρχία ἠπιστάμην, οὔτε ἂν ἐκείνῳ ἀδικουμένῳ ἐδυνάμην βοηθῆσαι.