Thesauros Edebiyat Hitabet κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν

κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν

κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν Lysias
12 καὶ διὰ τοῦτο ἀντέλεγον,ἀντέγον Emperius: ἀντέπραττον MSS. ἵνα τὸν ἐμὸν λόγον εἰδείη Πολυκλῆς· ἐδηλώθη γὰρ ταῦτα. παρόντων τῶν διαιτητῶν ὀργιζόμενοςὀργιζόμενος Markland: ὁριζόμενος MSS. ὁ Πολυκλῆς εἶπεν ὅτι καὶ τοῖς ἐμοῖς ἐπιτηδείοις ἀδικεῖν δοκοίην, ὡς πρὸς ἐκεῖνον λέγοιεν. ἆρά γε ταῦτα ξυμβαίνει τοῖς ἀπαγγελλομένοις; ὁ γὰρ αὐτὸς ἀπήγγειλεν ὡς τοὺς ὑπὲρ ἐμοῦ μέλλοντας λέγειν ἀποτρέψεινἀποτρέψειν Contius: ἀποτρέπειν MSS. φάσκοιτε, τοὺς δέ τινας ἤδη κωλύσαιτε.κωλύσαιτε Reiske: κωλύσετε MSS. καὶ ταῦτα τί με δεῖ φανερώτερον ἐξελέγχειν ἔτιἔτι Reiske: ὅτι MSS.; φέρε γάρ, ᾔδει ποτʼ ἐκεῖνος ὅτι Κλειτοδίκου δεηθεὶς ἐπιλέγεινἐπιλέγειν Emperius10 ἐκλέγειν MSS. οὐκ ἔτυχον;
13 οὐ γὰρ δὴ παρῆν τούτοις· ἢ τίἢ τί Emperius: ἐπεὶ MSS. κέρδος ἦν αὐτῷ διαβάλλειν ἐμὲ πρὸς ὑμᾶς οὕτω προθύμως, ὥστε σπουδάσαι πρὸς τοὺς ἐμοὺς ἀναγκαίους πλάσασθαι ταῦτα;
14 γιγνώσκω δὲ νῦν ἤδη καὶ πάλαι ζητοῦντας πρόφασιν, ἡνίκα Θρασύμαχον ὑμᾶς ἐφάσκετε κακῶς λέγειν διʼ ἐμέ. καὶ ἐγὼ μὲν ἠρώτων αὐτὸν εἰ διʼ ἐμὲ κακῶς λέγοι Διόδωρον· ὁ δὲ τοσοῦτον ὑπερεῖδε τὸ διʼ ἐμέ· πολλοῦ γὰρ δεῖν ἔφη διʼ ὁντινοῦν εἰρηκέναι Διόδωρον κακῶς. καὶ ταῦτα προσάγοντος ἐμοῦ πρόθυμος ὁ Θρασύμαχος ἦν ἐξελέγχεσθαι,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi