Thesauros Edebiyat Hitabet κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν

κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν

κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν Lysias
8 περὶ μὲν οὖν τοῦ λέγοντος οὐδὲν ἂν περαίνοιτε πυνθανόμενοι. πρῶτον μὲν γὰρ εἰδότεςεισότες Reiske: εἰπόντες MSS. ἐρήσεσθε τὸν εἰπόντα μοι· πῶς γὰρ οὐκ ἴστε πρὸς ὃν ἐλέγετε τὸν λόγον;
9 ἔπειτα κακὸς ἂν εἴην, εἰ ταὐτὰταὐτὰ Scaliger: τὰ MSS. ποιήσαιμι αὐτὸν ἅπερ ἐκεῖνος ὑμᾶς. οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς ἐκεῖνος ἡμῖν ἀπήγγελλεν, ἐφʼ οἷσπερ ὑμεῖς ἐλέγετε πρὸς ἐκεῖνον. ἐκεῖνος μὲν γὰρ ἐμοὶ χαριζόμενος ἀπήγγειλε τοῖς ἐμοῖς ἀναγκαίοις, ὑμεῖς δὲ βλάπτειν ἐμὲ βουλόμενοι πρὸς ἐκεῖνον ἐλέγετε. καὶ ταῦτα εἰ μὲν ἠπίστουν, ἐξελέγχειν ἂν ἐζήτουν· νῦν δὲ (ξυμβαίνει γὰρ καὶ ταῦτα τοῖς πρὸ τοῦ, καὶ ἐμοὶ σημεῖα ταῦτα μὲν ἐκείνων ἐστίν,
10 ἐκεῖνα δὲ τούτων ἱκανά) πρῶτον μὲν ἅπαντα διʼ ὑμῶν πράξαντά με περὶ τῆς θέσεως τοῦ ἵππου πρὸς Ἡγέμαχον,πρὸς Ἡγέμαχον Dobree: προσῆγε μαχόμενον. κάμνοντα τὸν ἵππον ἀνάγειν με βουλόμενον Διόδωρος οὑτοσὶ ἀποτρέπειν ἐπειρᾶτο, φάσκων οὐδὲν ἀντιλέξειν περὶ τῶν δώδεκα μνῶν Πολυκλέα, ἀλλʼ ἀποδώσειν. τότε λέγων ταῦτα, μετὰ τὸν θάνατον τοῦ ἵππου κατέστη τελευτῶν ἀντίδικος μετὰ τούτων, λέγων ὡς οὐ δίκαιόν με εἴη κομίσασθαι τὸ ἀργύριον.
11 καίτοιγε σφῶνσφῶν Dobree: ἐφ’ ὧν. γε αὐτῶν κατηγόρουν. εἰ γὰρ ἃ μετὰ τούτων ἔπραττονἔπραττον add. anon. Fritzschii ἀδικουμένῳ μοι μηδὲν ἦν δίκαιον εἰπεῖν, ἦ που κακῶςκακῶς Gerknet et Bizos: καλῶς MSS. συνέπραττον. καὶ ἐγὼ μὲν ᾤμην φιλοσοφοῦντας αὐτοὺς περὶ τοῦ πράγματος ἀντιλέγειν τὸν ἐναντίον λόγον· οἱ δʼ ἄρα οὐκ ἀντέλεγον ἀλλʼ ἀντέπραττον,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi