Thesauros Edebiyat Hitabet Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία

Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία

Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία Lysias
21 τότʼ ἂν πλεῖστον ἔλαβες· φανεροῦ γὰρ ὄντος τοῦ πράγματος οὐδεμίαν ἄλλην ἡγούμην ἂν εἶναί μοι σωτηρίαν ἢ σὲ πεῖσαι. τούτων τοίνυν οὐδὲν ποιήσας διὰ τοὺς σοὺς λόγους ἀξιοῖς με ἀπολέσθαι, καὶ κατηγορεῖς ὡς ὑπὸ τῆς ἐμῆς δυνάμεως καὶ τῶν ἐμῶν χρημάτων οὐδεὶς ἐθέλει σοι μαρτυρεῖν.
22 καίτοι εἰ ὅτεὅτε add. Markland φῄς μʼ ἰδεῖν τὴν μορίαν ἀφανίζοντα τοὺς ἐννέα ἄρχοντας ἐπήγαγες ἢ ἄλλους τινὰς τῶν ἐξ Ἀρείου πάγου, οὐκ ἂν ἑτέρων ἔδει σοι μαρτύρων· οὕτω γὰρ ἄν σοι συνῄδεσαν ἀληθῆ λέγοντι, οἵπερ καὶ διαγιγνώσκειν ἔμελλον περὶ τοῦ πράγματος.
23 δεινότατα οὖν πάσχω· ὃς εἰ μὲν παρέσχετο μάρτυρας, τούτοις ἂν ἠξίου πιστεύειν, ἐπειδὴ δὲ οὐκ εἰσὶν αὐτῷ ἐμοὶ καὶ ταύτην τὴντὴν del. Bekker ζημίαν οἴεται χρῆναι γενέσθαι. καὶ τούτουτούτου Auger: τοῦτο MSS. μὲν οὐ θαυμάζω· οὐ γὰρ δήπου συκοφαντῶν ἅμαἅμα Bekker: ἅλλα MSS. τοιούτων τετε Bekker: γε MSS. λόγων ἀπορήσει καὶ μαρτύρων· ὑμᾶς δʼ οὐκ ἀξιῶ τὴν αὐτὴν τούτῳ γνώμην ἔχειν.
24 ἐπίστασθε γὰρ ἐν τῷ πεδίῳ πολλὰς μορίας οὔσας καὶ πυρκαϊὰς ἐν τοῖς ἄλλοις τοῖς ἐμοῖς χωρίοις, ἅς, εἴπερ ἐπεθύμουν, πολὺ ἦν ἀσφαλέστερον καὶ ἀφανίσαι καὶ ἐκκόψαι καὶ ἐπεργάσασθαι, ὅσῳπερ ἧττον τὸ ἀδίκημα πολλῶν οὐσῶν ἔμελλε δῆλον ἔσεσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi