Thesauros Edebiyat Hitabet πρὸς Σίμωνα ἀπολογία

πρὸς Σίμωνα ἀπολογία

πρὸς Σίμωνα ἀπολογία Lysias
5 ἡμεῖς γὰρ ἐπεθυμήσαμεν, ὦ βουλή, Θεοδότου, Πλαταϊκοῦ μειρακίου, καὶ ἐγὼ μὲν εὖ ποιῶν αὐτὸν ἠξίουν εἶναί μοι φίλον, οὗτος δὲ ὑβρίζων καὶ παρανομῶν ᾤετο ἀναγκάσειν αὐτὸν ποιεῖν ὅ τι βούλοιτο. ὅσα μὲν οὖν ἐκεῖνος κακὰ ὑπʼ αὐτοῦ πέπονθε, πολὺ ἂν ἔργον εἴη λέγειν· ὅσα δὲ εἰς ἐμὲ αὐτὸν ἐξημάρτηκεν,
6 ἡγοῦμαι ταῦθʼ ὑμῖν προσήκειν ἀκοῦσαι. πυθόμενος γὰρ ὅτι τὸ μειράκιον ἦν παρʼ ἐμοί, ἐλθὼν ἐπὶ τὴν οἰκίαν τὴν ἐμὴν νύκτωρ μεθύων, ἐκκόψας τὰς θύρας εἰσῆλθεν εἰς τὴν γυναικωνῖτιν, ἔνδον οὐσῶν τῆς τε ἀδελφῆς τῆς ἐμῆς καὶ τῶν ἀδελφιδῶν, αἳ οὕτω κοσμίως βεβιώκασιν ὥστε καὶ ὑπὸ τῶν οἰκείων ὁρώμεναι αἰσχύνεσθαι.
7 οὗτος τοίνυν εἰς τοῦτο ἦλθεν ὕβρεως ὥστʼ οὐ πρότερον ἠθέλησεν ἀπελθεῖν, πρὶν αὐτὸν ἡγούμενοι δεινὰ ποιεῖν οἱ παραγενόμενοι καὶ οἱ μετʼ αὐτοῦ ἐλθόντες, ἐπὶ παῖδας κόρας καὶ ὀρφανὰς εἰσιόντα, ἐξήλασαν βίᾳ. καὶ τοσούτου ἐδέησεν αὐτῷ μεταμελῆσαι τῶν ὑβρισμένων, ὥστε ἐξευρὼν οὗ ἐδειπνοῦμεν ἀτοπώτατον πρᾶγμα καὶ ἀπιστότατον ἐποίησεν, εἰ μή τις εἰδείη τὴν τούτου μανίαν.
8 ἐκκαλέσας γάρ με ἔνδοθεν, ἐπειδὴ τάχιστα ἐξῆλθον, εὐθύς με τύπτειν ἐπεχείρησεν· ἐπειδὴ δὲ αὐτὸν ἠμυνάμην, ἐκστὰςἐκστὰς Taylor: ἐνστὰς MSS. ἔβαλλέ με λίθοις. καὶ ἐμοῦ μὲν ἁμαρτάνει, Ἀριστοκρίτου δέ, ὃς παρʼ ἐμὲ ἦλθε μετʼ αὐτοῦ, βαλὼν λίθῳ συντρίβει τὸ μέτωπον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi