Thesauros Edebiyat Hitabet Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας Demades ca. 380-319 B.C
10 ἐπείληπτο δὲ τῆς γραφούσης χειρὸς οὐχ ἡ δωροδοκία τῶν Μακεδόνων, ὡς οὗτοι πλαττόμενοι λέγουσιν, ἀλλʼ ὁ καιρὸς καὶ ἡ χρεία καὶ τὸ τῆς πατρίδος συμφέρον καὶ ἡ τοῦ βασιλέως φιλανθρωπία. ἐλθὼν γὰρ ἐπὶ τὸν κίνδυνον ἐχθρὸς τῶν ἀγώνων φίλος ἐχωρίσθη, τὸ τῶν νενικηκότων ἆθλον τοῖς σφαλεῖσι προσθείς.
11 πάλιν τοίνυν ἧκε τῇ πόλει καιρὸς ἕτερος, ἵνα τοὺς μεταξὺ κινδύνους ἑκὼν ἐπιλάθωμαι· καὶ πάντες μὲν οἱ τὴν Ἑλλάδα κατοικοῦντες τὸν Ἀλέξανδρον ἐπὶ τὴν ἡγεμονίαν ἀνεβίβαζον, καὶ τοῖς ψηφίσμασιν ἀναπλάττοντες φρόνημα μεῖζον τοῦ δέοντος ἀνδρὶ νέῳ καὶ φιλοδόξῳ περιέθηκαν· λοιποὶ δʼ ἦμεν ἡμεῖς καὶ Λακεδαιμόνιοι, πρόβλημα τῆς σωτηρίας ἔχοντες, οὐ χρημάτων πλῆθος, οὐχ ὅπλων παρασκευάς, οὐχὶ πεζῶνοὐχὶ πεζῶν]; οὐχ ἱππέων καὶ πεζῶνBlass. σύνταξιν, ἀλλʼ ἐπιθυμίαν μεγάλην, δύναμιν δʼ ἀσθενῆ καὶ ταπεινήν.
12 ὧν μὲν γὰρὧν μὲν γὰρ]; τῶν Λακεδαιμονίωνe. ἐσύλησε τὴν ἰσχὺν ὁ περὶ Λεῦκτρα κίνδυνος, ὁ δὲ πρότερον ἀπείρατος ὢν πολεμίας σάλπιγγος Εὐρώτας Βοιωτοὺς ἐν τῇ Λακωνικῇ στρατοπεδεύοντας εἶδενεἶδενAld.: εἶχενcodd. et e. ἀπέκειρε γὰρ τὴν ἀκμὴν τῆς Σπάρτης ὁ Θηβαῖος, καὶ τοὺς ὅρους τῆς Λακωνικῆς τεθειμένους, τὴν ἀκμὴν τῶν νέων, συνέκλεισε ταῖς τέφραις. τὰς δʼ ἡμετέρας παρασκευὰς ἀνάλωσεν ὁ πόλεμος, καὶ τὴν ἐλπίδα τῶν ζώντων συνέτριψεν ἡ συμφορὰ τῶν ἀποθανόντων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi