Thesauros Edebiyat Hitabet Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας Demades ca. 380-319 B.C
5 δότε δή μοι πρὸς θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δότε διαλεχθῆναι ὡς προαιροῦμαι πρὸς ὑμᾶς περὶ τῶν δικαίων. δοκῶ μὲν γὰρ δύναμιν εἶναί μοι καὶ τοῖς ἄλλοις βοηθεῖν· ἐν δὲ τούτοις ἐμποδίζει μου τὸν λόγον ὁ φόβος. ἄλλως δʼ οὐ τὸν ἔλεγχον τοῦ πράγματος δέδοικα,δέδοικαom. codd. praeter C. ἀλλὰ τὴν τῶν ἀντιδίκων διαβολὴν μόνον, ἥτιςτὴν τῶν ἀντιδίκων διαβολὴν μόνον, ἥτιςC: τῇ τῶν ἀδίκων μόνον, ὃςcett.: τὸν τῶν ἀντιδίκων φθόνον, ὃςSauppe. οὐ κρίνει τοὺς ἀδικοῦντας, ἀλλὰ φύεται τοῖς δοκοῦσιδοκοῦσι]; εὖ δοκοῦσιBekker: δοκοῦσί τιSauppe. λέγειν ἢ πράττειν.
6 ἡ παρʼ ὑμῖν ἐλπὶς δὲ δικαία· οὐ μικρὰ γάργάρadd. Blass. ἐστι τῷ κινδυνεύοντι ῥοπὴ πρὸς σωτηρίαν ἡ τῶν ἀκουόντων βούλησις ταττομένη μετὰ τοῦ δικαίου. ἐὰν ταύτης κατατύχω,κατατύχωC: κατατυχώνcett. πάσας ἀπολύσομαι τὰς διαβολάς· ἄνευ δὲ ταύτης οὔθʼ ὁ λόγος οὔθʼ οἱ νόμοι οὔθʼ ἡ τῶν πραγμάτων ἀλήθεια σῶσαι δύνανταιδύνανταιX: δύναταιe: δύναιντ’ ἂνC. τὸν ἀδίκως κρινόμενον. οὐκ ἀγνοεῖτε δὲ ὅτι πολλοὶ πολλάκις ἤδη τῶν ἐγκαλούντων ἀπὸ μὲν τῆς κατηγορίας ἔδοξαν δίκαια λέγειν, παρατεθείσης δὲ τῆς ἀπολογίας εὑρέθησαν αὐτοὶ συκοφαντοῦντες· ὃ δὴ καὶ νῦν πέπεισμαι τούτοις παρακολουθήσειν ὑμῶν ἀκούειν προαιρουμένων μετʼ εὐνοίας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi