Thesauros Edebiyat Hitabet Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας Demades ca. 380-319 B.C
59 διὸ καί πάντων δοκεῖ χαλεπώτατον, ἐν εἰρήνῃ λόγον ὑποσχεῖν τῶν ἐν πολέμῳ πεπολιτευμένων· κρίνει γὰρ ἕκαστος πρὸς τὴν παροῦσαν ἡσυχίαν, οὐ πρὸς τὸν παρελθόντα κίνδυνον. ὅταν δέ τις ἀνέλῃ τῶν πραγμάτων τὸν καιρόν, ἀνταναιρεῖται καὶ τὸ δίκαιον τῆς πράξεως.
60 ἕκαστον τῶν ἀδικημάτων ἰδίας ἔχει τὰς οἰκονομίας· ἃ μὲν γάρ ἐστι δεόμενα τῆς ἐξἐξadd. Blass. Ἀρείου πάγου βουλῆς, ἃ δὲ τῶν ἐλαττόνων δικαστηρίων, ἃ δὲ τῆς ἡλιαίας· πάντα δὲ ταῦτα διώρισται τοῖς ὀνόμασι, τοῖς πράγμασι, τοῖς χρόνοις, τοῖς ἐπιτιμίοις, ταῖς ἀγωγαῖς καὶ τῷ πλήθει τῶν δικαζόντων.
61 ἀδίκους οἱ συκοφάνται μου ποιοῦνται τὰς διώξεις· οὐ γὰρ βουλεύσεως ἐγκαλοῦσιν, οἷς ἀνώμοτος ἡ κακία· τοῖς δὲ δικασταῖς ἔνορκος ἡ κρίσις.
62 ἄδικος κρίσις ἀδίκου τιμωρίας ὀνόματι μόνον διαφέρει.
63 ὑποβρύχιον ὤσειν μʼ ὑπολαμβάνουσιν.
64 οὐ δίκαιόν ἐστι τὴν τοῦ κινδυνεύοντος σωτηρίαν ἐφόδιον γενέσθαι συκοφαντίας τοῖς πάντα τολμᾶν προῃρημένοις, οὐδὲ τὴν ἐκ τῶν λόγων κατηγορίαν ἰσχυροτέραν ἡγεῖσθαι τῆς ἐκ τῶν πραγμάτων ἀπολογίας.
65 ἑτερόφθαλμος γέγονεν ἡ Ἑλλὰς τῆς τῶν Θηβαίων ἀναιρεθείσης πόλεως.
← Önceki 11 / 11

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi