Thesauros Edebiyat Hitabet Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας Demades ca. 380-319 B.C
48 ψηφίσματι γὰρ εὐνοίας ὁ τῆς ἀθανασίας ἀφίδρυται βωμός.
49 ἐπιστήσεις αὐτοῖς κήρυκα τὸν χρόνον φθεγγόμενον.
50 Ἀλέξανδρος ὁ τὰς ἐλπίδας συνάπτων πρὸς τὴν τῆς οἰκουμένης ἡγεμονίαν.
51 ὁ Δημοσθένης ἀνθρωπάριον ἐκ συλλαβῶν καὶ γλώσσης συγκείμενον.
52 ἐκεῖνοι γὰρ οἱ λόγοι τὴν ὀργὴν τοῦ βασιλέως ὥσπερ ὕπνῳ κατεκοίμησαν.
53 ἔτι γὰρ ἤκμαζον αἱ δυνάμεις τῆς πόλεως καὶ τῆς Ἑλλάδος τὸ φρόνημα, καὶ συνέρρει ἡ τύχη τῷ δήμῳ· νῦν δʼ ἐξωστράκισται μὲν πᾶν τὸ χρήσιμον ἐκ τῶν πραγμάτων, ἐξῄρηται δὲ τὰ νεῦρα τῶν πόλεων, εἰς ἄνεσιν δὲ καὶ τρυφὴν νενεύκασιν οἱ βίοι, τὰ δὲ τῆς ὁμονοίας οὐκέτι μένει, νόθαι δὲ γεγόνασιν αἱ τῶν φίλων ἐλπίδες.
54 ὁ δὲ πόλεμος ὥσπερ νέφος ἐκ παντὸς τόπου τῆς Εὐρώπης ἐπήρτητο, καὶ συνέκλειέ μου τὴν ἐπὶ τῆς ἐκκλησίας παρρησίαν, καὶ τὴν μετʼ ἐλευθερίας καὶ δόξης φωνὴν ἀφῄρει.
55 ἐκ τῶν πραγμάτων σκοπεῖτε τὴν ἀλήθειαν, καὶ μὴ ψευδεῖς αἰτίας ὁμολογουμένων ἔργων προκρίνητε.
56 διὰ τῶν πραγμάτων πολέμιον πῦρ προαγορεύει. αὕτη ἡ ἈλεξάνδρουἈλεξάνδρου secl. Blass. ἐπιστολὴ συνέτριβέ μου τὴν διάνοιαν· αὕτη πόλεμον ἐν τύπῳ γραμμάτων περιέχουσα μονονοὺκ ἐπιλαβομένη μου τῆς χειρὸς ἐξήγειρεν· αὕτη πορευομένη διὰ τῶν λογισμῶν τὴν ἡσυχίαν ἄγειν οὐκ ἐπέτρεψεν· ἐν πύλαις γὰρ ὁ κίνδυνος.
57 ἡ δʼ ἐμὴ πολιτεία καὶ ὁ τότε θόρυβος συνεπέστησε τὴν πόλιν, καὶ διεκώλυσεν ὥσπερ κῦμα πανταχόθεν ἐπικλύσαι τὴν Ἀττικήν, καὶ τὴν ἐν Βοιωτίᾳ παρασκευὴν ἔτρεψεν εἰς Πέρσας.
58 οὐ τὴν αὐτὴν ἔχει φαντασίαν ἐφεστηκὼς καὶ διαλλαγεὶς ὁ τοῦ πολέμου φόβος ὥσπερ γνόφος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi