Thesauros Edebiyat Hitabet Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους Lycurgus ca. 390-ca. 324 B.C
144 ἐν τῇ ἐκείνων πόλει μᾶλλον ἢ ἐν τῇ ἑαυτοῦ πατρίδι ἐνόμισεν εἶναι. ποία δʼ ἡλικία δικαίως ἂν τοῦτον ἐλεήσειε; πότερον ἡ τῶν πρεσβυτέρων; ἀλλʼ οὐδὲ γηροτροφηθῆναι οὐδʼ ἐν ἐλευθέρῳ τῷτῷ add. Dobree. ἐδάφει τῆς πατρίδος αὐτοῖς ταφῆναι τὸ καθʼ αὑτὸν μέρος παρέδωκεν. ἀλλʼ ἡ τῶν νεωτέρων; καὶ τίς ἂνἂν add. Schaub. ἀναμνησθεὶς τῶν ἡλικιωτῶν τῶν ἐν Χαιρωνείᾳ ἑαυτῷἑαυτῷ Morus: ἑαυτοῖς codd. συμπαραταξαμένων καὶ τῶν κινδύνων τῶν αὐτῶν μετασχόντων, σώσειε τὸν τὰς ἐκείνων θήκας προδεδωκότα, καὶ τῇ αὐτῇ ψήφῳ τῶν μὲν ὑπὲρ τῆς ἐλευθερίας τελευτησάντων παράνοιανπαράνοιαν Reiske: παρανοίας codd. καταγνοίη, τὸν δʼ ἐγκαταλιπόνταδ’ ἐγκαταλιπόντα Bekker: δὲ καταλιπόντα codd. τὴν πατρίδα ὡς εὖ φρονοῦντα ἀθῷον ἀφείη;
145 ἐξουσίαν ἄρα δώσετε τῷ βουλομένῳ καὶ λόγῳ καὶ ἔργῳ τὸν δῆμον καὶ ὑμᾶς κακῶς ποιεῖν. οὐ γὰρ μόνον νῦν οἱ φεύγοντες κατέρχονται, ὅταν ὁ ἐγκαταλιπὼν τὴν πόλιν καὶ φυγὴν αὐτὸς ἑαυτοῦ καταγνοὺς καὶ οἰκήσας ἐν Μεγάροις ἐπὶ προστάτου πλείω πέντʼ ἢ ἓξ ἔτηἔτη Ald.: τῇ codd. ἐν τῇ χώρᾳ καὶ ἐν τῇ πόλει ἀναστρέφηται, ἀλλὰ καὶ ὁ μηλόβοτον τὴν Ἀττικὴν ἀνεῖναιἀνεῖναι Baiter: εἶναι codd. φανερᾷ τῇ ψήφῳ καταψηφισάμενος, οὗτος ἐν ταύτῃ τῇ χώρᾳ σύνοικος ὑμῶν γίγνεται.γίγνεται Rehdantz: γένηται codd.: γεγένηται Thalheim.
146 βούλομαι δʼ ἔτι βραχέα πρὸς ὑμᾶς εἰπὼν καταβῆναι, καὶ τὸ ψήφισμα τοῦ δήμου παρασχόμενος, ὃ περὶ εὐσεβείας ἐποιήσατο· χρήσιμον γὰρ ὑμῖν ἐστι τοῖς μέλλουσι τὴν ψῆφον φέρειν. καί μοι λέγε αὐτό.αὐτό Baiter et Sauppe: τὸ αὐτὸ ψήφισμα codd.
146 Ψήφισμα

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi