113
εἱρχθέντας· καὶ ψηφίζεται ὁ δῆμος Κριτίου εἰπόντος τὸν μὲν νεκρὸν κρίνειν προδοσίας, κἂν δόξῃ προδότης ὢν ἐν τῇ χώρᾳ τεθάφθαι, τά τε τε γε Jacob. ὀστᾶ αὐτοῦ ἀνορύξαι καὶ ἐξορίσαι ἔξω τῆς Ἀττικῆς, ὅπως ἂν μὴ κέηται ἐν τῇ χώρᾳ μηδὲ τὰ ὀστᾶ τοῦ τὴν χώραν καὶ τὴν πόλιν προδιδόντος. ἐψηφίσαντο
114
δὲPost δὲ habent τινες codd., del. Heinrich. καὶ ἐὰν ἀπολογῶνταί τινες ὑπὲρὑπὲρ Herwerden: περὶ codd. τοῦ τετελευτηκότος, ἐὰν ἁλῷ ὁ τεθνηκώς, ἐνόχους εἶναι καὶ τούτους τοῖς αὐτοῖς ἐπιτιμίοις· οὕτως οὐδὲ βοηθεῖν τοῖς τοὺς ἄλλους ἐγκαταλείπουσιν ἡγοῦντο δίκαιον εἶναι, ἀλλʼ ὁμοίως ἂν προδοῦναι τὴν πόλιν καὶ τὸν διασῴζοντα τὸν προδότην. τοιγαροῦν οὕτω μισοῦντες τοὺς ἀδικοῦντας καὶ τὰ τοιαῦτα κατʼ αὐτῶν ψηφιζόμενοι ἀσφαλῶς ἐκ τῶν κινδύνων ἀπηλλάττοντο. λαβὲ δʼ αὐτοῖς τὸ ψήφισμα, γραμματεῦ, καὶ ἀνάγνωθι.
115
Ψήφισμα
115
ἀκούετε, ὦ ἄνδρες, τούτου τοῦ ψηφίσματος. ἔπειτα ἐκεῖνοι μὲν τὰ τοῦ προδότου ὀστᾶ ἀνορύξαντες ἐκ τῆς Ἀττικῆς ἐξώρισαν καὶ τοὺς ἀπολογουμένους ὑπὲρ αὐτοῦ Ἀρίσταρχον καὶ Ἀλεξικλέα ἀπέκτειναν καὶ οὐδʼ ἐν τῇ χώρᾳ ταφῆναι ἐπέτρεψαν· ὑμεῖς δʼ αὐτὸ τὸ σῶμα τὸ προδεδωκὸς τὴν πόλιν ζῶν καὶ ὑποχείριον ἔχοντες τῇ ψήφῳ, ἀτιμώρητον ἐάσετε;