Thesauros Edebiyat Hitabet Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους Lycurgus ca. 390-ca. 324 B.C
98 καίτοι σκέψασθε, ὦ ἄνδρες· οὐ γὰρ ἀποστήσομαι τῶν παλαιῶν· ἐφʼ οἷς γὰρ ἐκεῖνοι ποιοῦντες ἐφιλοτιμοῦντο, ταῦτα δικαίως ἂν ὑμεῖς ἀκούσαντες ἀποδέχοισθε. φασὶ γὰρ Εὔμολπον τὸν ΠοσειδῶνοςA verbis τὸν Ποσειδῶνος rursus incipit N. καὶ Χιόνης μετὰ Θρᾳκῶν ἐλθεῖν τῆς χώρας ταύτης ἀμφισβητοῦντα, τυχεῖν δὲ κατʼ ἐκείνους τοὺς χρόνους βασιλεύοντα Ἐρεχθέα, γυναῖκα ἔχοντα Πραξιθέαν τὴν Κηφισοῦ θυγατέρα.
99 μεγάλου δὲ στρατοπέδου μέλλοντος αὐτοῖς εἰσβάλλειν εἰς τὴν χώραν, εἰς Δελφοὺς ἰὼν ἠρώτα τὸν θεὸν τί ποιῶν ἂν νίκην λάβοι παρὰ τῶν πολεμίων. χρήσαντος δʼ αὐτῷ τοῦ θεοῦ, τὴν θυγατέρα εἰ θύσειε πρὸ τοῦ συμβαλεῖν τὼ στρατοπέδω,τὼ στρατοπέδω Taylor: τῷ στρατοπέδῳ codd. κρατήσειν τῶν πολεμίων, ὁ δὲὁ δὲ Ald.: ὡς δὲ codd. τῷ θεῷ πειθόμενος τοῦτʼ ἔπραξε, καὶ τοὺς ἐπιστρατευομένους ἐκ τῆς χώρας ἐξέβαλε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi